# Sermones Xli 26.3

Basilius, Sermones Xli, 26.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/26.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/26.3

Λύκοι τε, καὶ ἄγρες ἐν οὐρεσίν ἄμμις ἔδονται. A ἔλεγε· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐνταῦθα δὲ πάλιν · Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Ὁμοία τὰ βουλεύματα · καὶ γὰρ ὁμογενῆ τὰ πλαττόμενα · ὁμοία τὰ σχήματα · καὶ γὰρ ὁμότιμα τὰ γενόμενα. Πάλιν οὖν σκέψις, ἵνα τιμῇ τὸ πλαττόμενον. Ἵστίμον διαπλάσωμεν ἄνθρωπον (25), ἵσιν αὐτῷ κατὰ τὴν δόξαν συζεύξωμεν, μὴ λειπτόσω κατὰ τὴν ὁμοιότητα τὸ γύναιον, ἵνα μὴ νοθῷ γένει καθυβρίσῃ τὰ γινόμενα · ἴσος γὰρ ἀληθῶς ἀνδράσι καὶ γυναιξὶ τῆς εὐσεβείας ὁ λογισμός, καὶ ἴσον ἐν ἀλλήλοις τῆς ἀρετῆς τὸ στάδιον ἠπλωται. Οὐ γὰρ διακρίνει τὸ γένος ἡ πίστις. Οὕτως δὲ Παῦλος διαπρίεται λέγων · Οὔτε ἀνὴρ χωρὶς γυναικός (26) ἐν Κυρίῳ, οὔτε γυνὴ χωρὶς ἀνδρός· φύσεως γὰρ διαφορᾶν, ἀρετῆς δρόμος οὐκ ἐπίσταται. Οἶδε καὶ τὸ θῆλυ γένος ἐν τοῖς ἀγῶσι τῆς πίστεως ἀνδρίζεσθαι· οὐδὲν εὐσεβείας σχήματι (27) ἀρπάζειν τὸν στέφανον · ὅν γὰρ τὴν πλάσιν ὁμοίαν ἐπεκτίνατο, τούτους καὶ τὸν δρόμον αἰσχύνεται λείπεσθαι (28). Ὅρα μοι καὶ Παῦλον τὸν τὴν οἰκουμένην σταδιεύσαντα, καὶ τὸ περὶ πίστεως δρόμῳ τὸν κόσμον μικρὸν ἀποφηγνῶντα (29), γυναῖκας παρακαλοῦντα, καὶ τὸν δρόμον θαυμάζοντα· Ἐθοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ · καὶ σὺ, γνήσιε σύζυγε, συλλαμβάνον αὐτάς, αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν· μου. Ὅρᾳ καὶ τὸ θῆλυ γένος ἐν τοῖς Παύλου δρόμοις φιλόδεινον, καὶ τοὺς ἀποστολικούς ἰδρώτας ἐν τῷ σταδίῳ τῆς οἰκουμένης μιμούμενον; Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Γνωρίζεις πάντως καὶ τὸ· Ποιήσωμεν· Πάλιν ἡ λέξις πλατυνομένη, τὰς τῆς θεότητος ὑποστάσεις ἀνιττεται (30), τὴν τῆς Τριάδος γνώσιν

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
