# Sermones Xli 38.3-39.39

Basilius, Sermones Xli, 38.3 to 39.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/38.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/38.3

Ἐσχρὸς γὰρ μοι κείρος ὁμῶς ἀθῷοι πύλησι. ὑπηρετοῦσα μετέρεται. Ἔγνω δὲ Ἁδὰμ Εὐαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε Κάιν. Γαστὴρ λοιπὸν, καὶ σύλληψις, καὶ ὠδίνες, καὶ τόκοι, ἡ πλατεῖα λεωφόρος τῆς φύσεως, ἡ ἔννομος γεωργία τῆς τῶν ἀνθρώπων γενέσεως. Ἐντεύθεν ἤρετο τοὺς λογικοὺς στάχυας βλαστάνειν ἡ φύσις (61). Συλλαβοῦσα ἔτεκεν, οὐχ ἐκ γῆς, οὐχ ἐκ πλευράς, ἀλλ᾽ ἐκ γαστρὸς ἀνελάσασχε. Τοῦτο πρὸς ἐκπλῆξιν τοὺς τεκόντας ἐκίνησεν. Εἶδεν ἡ Εὼα θεὰν παράδοξον, φύσιν ἀριθμῷ πλαττυομένην, καὶ μεριζόμενα σώματα, καὶ τὸ θαῦμα κηρύττουσα τὸν δημιουργοῦντα μαρτύρεται· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ὁμολογεῖ τὸν πλαστουργὸν, Θεῷ τὸ ἔργον προσφέρουσα. Καλῶς καὶ, διὰ τοῦ Θεοῦ, οὐχ ὑπουργὸν, ἀλλὰ δημιουργὸν τὸν πλάστην κηρύττουσα. Αἰσχύνητί τὴν Εὐαν, Ἄρειε, καὶ παῦσαι τῶν γλῶ τοῦ Θεοῦ διὰ συλ- λαβῶς πολεμῶν· αἰδεσθαι τὴν κοινὴν τῶν ἀνθρώπων μητέρα, θαυμάζουσαν τὸν δημιουργὸν διὰ τῆς φωνῆς, οὐχ ὑβρίζουσαν· παύσαι τῶ τοῦ Κάιν θυσίαν ἐν τῇ δοξολογίᾳ μιμούμενος. Δι᾽ ὧν γὰρ προσφέρεις τὸν ὕμνον, βλασφημεῖς τὸν ὑμνούμενον· δι᾽ ὧν τιμῶν προσποιεῖ, τὴν ἀξίαν ληστεύεις. Ἄτιμον ὡς Κάιν τῷ Δημιουργῷ τὴν τιμὴν προσοκωμίσεις. Θεὸν ὁμολογεῖς, καὶ κτίσμα ποιεῖς, καὶ μετὰ μικρὸν πάλιν ἄνθρωπον γεγονέναι κηρύττεις, ἐκ κτίσματος εἰς κτίσμα μεταπλάττων τὸν κτίσαντα, καὶ γένεσιν γενέσεως ἀποτίκτεις διδόχον· καὶ ἀκούσας ὅτι σάρκα λαβὼν ἐμψυχωμένην, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν εἰργάσατο, πρὸς φύσιν τὴν σύλληψιν οἴησθαι, τὴν φανέρωσιν εἰς συμπλήρωσιν τῆς ἀσεβείας οὐσίαν ἑλογοζόμενος (62). Ἄλλ᾽ οὐχ οὕτως ἡ Εὐα, ἀλλ᾽, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Οἶδά μου, φησί, τῆς θείας ἐντολῆς τὴν παράβασιν· οἶδα τοῦ παραδείσου τὴν ἐκπτώσειν. Ἐπαιδεύθην οἷς ἔπαθον. Ὁμολογῶ τὸν τιμῶσαντα, δεδεχάμην τὴν τιμωρίαν ἀσφαλείας διδάσκαλον. Ἄρκεῖ τῆς ἀπάτης ὁ κίνδυνος, δευτέραν ἐπιβουλὴν οὐ προσδέχομαι. γ᾽. Καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάιν. Ἐτέχθη πρῶτος, ὁ πρῶτος τῇ φύσει πολέμιος· ὁ πρῶτος ἀνοίξας τῷ τόκῳ τὸν δρόμον, πρῶτος ἤνεψε τῷ θανάτῳ τὰς πύλας· πρῶτος εἰς βίον δραμὼν τῷ νόμῳ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
