# Sermones Xli 56.1

Basilius, Sermones Xli, 56.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/56.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/56.1

ἀβάτοις φυλαττόμενον δρεσιν (21), ὄμμασι μὲν πόρρωθεν θεωρούμενον· τῶν δὲ ποδῶν τὴν ἐπίβασιν ταῖς δυσχερείαις ἀρνούμενον. Θεῶν ἄρα, καὶ τοῦτο τὸ μηχάνημα· ἵνα ἡ μὲν θέα φυλάττῃ τὴν πίστιν τοῦ θαύματος· ἀπίστων δὲ χεῖρες μὴ ψαύουσαι, τῇ κατὰ μικρὸν δαπάνῃ, τὴν θέαν λυμῶννται. Ὦ κιδωτὲς, ἀρετῆς παιδευτηρίον! ὡ τῆ τῆς φύσεως παρακαταθήκην ἐν τοῖς κινδύνοις φυλάττουσα! Ὦ σκάφος παράδοξον σωτηρίου ξύλου σκιωγράφημα! Ὦ σταυροῦ χρείαν παρεχομένη τοῖς πλέουσι! Ὦ προλαβοῦσα τῷ χρόνῳ τῇ χάριτι, ἐν ὕδατι σώζουσα, καὶ ἐξ ὑδάτων ἀρπάζουσα! Ὦ τὸν μέγαν ἐμπορον τῆς δικαιοσύνης φυλάττουσα! Ὦ τὸν τῆς ἀρετῆς θησαυρὸν ἀκινδύνως διαπορθμεύουσα! Ὦ κακίας κατηγορε! Τοῦτο τοῦ θαύματος τὴν μνήμην κατέγραψεν γενώμεθα δικαιοσύνης ἐρασταί, κακίας ἀποδύλωμεν μέσος (22)· μετάνοιαν μεταχειρισώμεθα, τῶν ἀμαρτῶν τὸν φάρμακον· σβέσωμεν τὴν κακίαν τοῖς δάκρυσι· φθάσωμεν τὴν ὀργὴν τῇ μεταβολῇ τῆς προαι-ρέσεως· τὸν τῆς μακροθυμίας καιρὸν εἰς δέον καταναλώσωμεν· ὁμνύει Θεὸς διὰ φιλανθρωπίαν πιστεύσωμεν· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἀμαρτωλου (23), ὡς τὸ ἐπιστρέφαι αὐτὸν πρὸς με καὶ ζῆν. Αὐτῷ ἡ δόξα. Ἀμήν.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
