# Sermones Xli 74.1

Basilius, Sermones Xli, 74.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/74.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/74.1

ἐὰν μὲν ἡ ἄρρεν, εἰς τὸν ποταμὸν βίᾳ αὐτό· ἐὰν δὲ θῆλυ, ζωοποιήσατε (59). Καὶ τὴν ἄρρενα γονὴν καταδιδάξει τῷ φιλανθρώπῳ· κείρων μὲν τὰς τῆς φύσεως ἀφορμὰς, δρόμων δὲ γαστρὸς ἐπέχων τοῖς ἐπιτιμίοις (60). Καὶ πᾶν γράμμα βασιλεὺς ἐπολιόρκει τὴν φύσιν· καὶ ἡν δρᾶμα παραδόξου. Τοῦ Δημιουργοῦ μὲν ἐπίστατον χεῖρες, βασιλέως δὲ χεῖρες τοῖς ὑδάσι τὴν πλάσιν ἀπήλειφον, καὶ πανταχοῦ τῶν ὀδίνων ἦσαν κατάσκοποι, καὶ ποταμὸς τῶν τικτομένων ἐγειροτονεῖτο δήμιος. Νόμος ἐγράφετο καὶ φύσις ἠβούνετο, καὶ πρᾶξις ἐκρίνετο, ὀδίνες κατεδίδοσαν, καὶ τόκος ἐδοκίμαζετο, καὶ φύσεως παρρησία σσυλῆτο. Ἑλοῦχὰ δὲ ποταμὸς τὰ τικτόμενα, καὶ διεδύχετο τὰς τῶν μητέρων γαστέρας, ἢ τῶν ρευμάτων γαστήρ. Ἄρτι βρέφος ἐτίκτετο, καὶ μήπω τὰς ἡλιακὰς ἀκτῖνας θεώμενον, πρὸς τὰς τοῦ ποταμοῦ ὀδίνας ἐπέμετο (61). Πρᾶγμα πάντων ἐλεεινότατον! φονευς ὁμοῦ καὶ τάφος ὁ ποταμὸς τῶν τικτομένων ἐγίνετο, καὶ τόκος τῷ θανάτῳ σύγχρονος· ἀναλρεῖσις τῇ γεννήσει συνέτρεχε, καὶ μητέρες ἄχρι τῶν ὀδίνων ἐρχόμεναι, γενέσθαι μητέρες ἀπηγόρευτο, ἀγνοοῦν τικτομένου στήναι τὰς ὀδίνας εὐχόμεναι, προλαβεῖν ἐπιθυμοῦσαι τῷ θανάτῳ τὸν τόκον, ἵνα μὴ τῷ ποταμῷ μητέρες ὑπάρξωσι. Πένθος ἦν αὐταῖς πρὸ τοῦ τόκου τὸ τικτόμενον, καὶ γαστέρες ἀχαρποὶ τόκον γόνον καὶ μέλαιν ἠύριζοντο· καὶ τῶν ὀδίνων τὰ βέλη δεχόμεναι, δεῖξαι τῶν πόνων τοὺς καρποὺς οὐκ ἠδύναντο· τὰς ὀδίνας ὑπέμενον, καὶ τῶν ὀδίνων τὸν καρπὸν οὐκ ἐδέχοντο· ἄωροι βότρυες ἐτρυγῶντο τῆς φύσεως.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
