# Sermones Xli 76.2

Basilius, Sermones Xli, 76.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/76.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/76.2

γ. Αἰγυπτίους μὲν οὖν οὕτως κολάζει Θεός. Μωϋ-σῆς δὲ, τοῦ λαοῦ παιδεύτης καταστάς, τὸ τῆς θεο-γνωσίας παραδίδωσι μάθημα. Ἐβούλετο γὰρ ἐξελθόν-τας Αἰγυπτίους, μηδὲν ἐπάγεσθαι τῆς Αἰγυπτιακῆς ἀσεβείας ἐφ' ὅδιον. Οὕτως γίνεται τῶν τῆς κτίσεως ἀπορρήτων συγγραφεὺς, ὁ τοῦ κόσμου τὴν ποίησιν, βιβλίον ἀπεργασάμενος· ὁ τῆς πολυπλάνητον στήσας ἀσίδειαν διὰ τῆς κοσμοποίας· δεδούσων· ὁ λύσας καπηγορίαν τῆς κτίσεως· ὁ πρῶτος ἐμβόησας ἀν-θρώποις Θεὸν εἶναι τοῦ παντὸς ποιητήν, καὶ πείσας μὴ μεταφέρειν ἀπὸ τοῦ κτίσαντος, πρὸς τὰ κτισθέντα τὸ σέβας· ὁ διδάξας μὴ προσκυνεῖν τὸν ὁμόδουλον, εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ θαυμάζεις, ἀγαπητέ, τὰ κτισθέντα, προσκύνει τὸν ἐργασάμενον· εἰ χαίρεις τοῖς κτί-σμασι, μὴ ἀτιμάσης τὸν κτίσαντα, μηδὲ τοῦ δημιουρ-γοῦ δόξαν τοῖς γεγονόσι περιβάλλε. Ἀρνεῖται γὰρ τὸ τοῦ κτίσαντος ἡ κτίσις ὑποδέχεσθαι σέβας· φοβεῖται τὴν τιμὴν ὡς ἀπωλείας ὑπόθεσιν (67)· προσκυνεῖν πέφυκεν, οὐ προσκυνεῖσθαι· μεμαθήκε. Καὶ πάλιν ἐτέρωθι· Κύριος ὁ Θεὸς σου (68), Κύριος εἰς ἐστι. Προφρόνως εἰδωλοτρείας ἀναίρεσις· πολυπλάνητον

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
