# Sermones Xli 78.2

Basilius, Sermones Xli, 78.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/78.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/78.2

ΑΥΓΟΣ Γ. Τοῦ αὐτοῦ εἰς τὸν προφήτην Ἠλισαῖον, καὶ εἰς τὴν Σουναμιτίδα. a Τῶν προφητῶν οἱ μὲν λόγῳ τὸν Χριστὸν προ-εκήρυξαν, οἱ δὲ τὰ κατ’ αὐτὸν ἔργοις ὑπέδειξαν· ἄλλοι τῆς οἰκονομίας τύπος ἐγένοντο, ὡς ἐν σκιαγραφίᾳ τὴν εἰκόνα προδεικνύντες τοῦ μέλλοντος. Καὶ λόγῳ μὲν αὐτὸν προεκήρυξαν Ἠσαΐας, Ἰερεμίας, Ἰεζεκιήλ, καὶ οἱ δώδεκα σὺν αὐτοῖς· ἔργοις δὲ αὐτὸν ὑπέδειξαν Ἠλίας ὁ Θεσβίτης, καὶ Ἠλισαῖος ὁ μα-θητὴς αὐτοῦ. Τύπος δὲ τῆς οἰκονομίας ἐγένετο Ἰωνᾶς ὁ προφήτης... (75). Ὡς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ τῶς τὰ κατὰ τὸν Ἰωνᾶν ὑπερθέμενοι, καὶ τὸν Ἠλίαν ἐν δευτέρᾳ διδασκαλίᾳ φυλάξαντες, τὸν Ἠλισαῖον παραγάγωμεν εἰς μέσον (74), καὶ ζητήσωμεν διὰ τί τὸν υἱὸν τῆς Σουναμιτὶδος μὴ διὰ προσευχῆς, ὡς ὁ Πέτρος ἀνέστησε τὴν Δορκάδα (75), ἀλλὰ τῷ

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
