# Sermones Xli 85.1

Basilius, Sermones Xli, 85.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/85.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/85.1

δαίων χακίαν, μὴ γένη τῶν κοράκων περὶ τοὺς ὁμοφύλους φιλανθρωπίας γινομένους τοὺς κόρακας. ἵνα μὴ τοῖς ἀσεβέσιν ὁ εὐσεβὴς ἐπίσης λιμῶ διαφθείρεται, χορηγῶν αὐτῷ τὴν τροφήν, λανθάνοντος τὴν γνώμην βιάζεται. Τρέφει γὰρ αὐτὸν διὰ κοράκων, ὧν ὥσπερ ἀκαθάρτου ζῴου τὴν τροφὴν μισατόμενος, λύση τοῦ λιμοῦ τὴν ἀπόφασιν. Ἐντελοῦμαι γὰρ, φησί, τοῖς κόραξι τοῦ διατρέφειν σε. Βάλε μοι τὴν θείαν σοφίαν. Ὡς μισοτέκνον τὸ ζῷον ὁ κόραξ παρὰ τῇ Γραφῇ διαβέληται. Τίκτοντες γὰρ ἀρνούνται τὴν γονήν, τῆς τῶν τέκνων τροφῆς οὐ φροντίζοντες. Ἄλλ' ἡ περὶ πᾶσαν τὴν κτίσιν θεία διοικούσα πρόνοια (99), καὶ τοῖς νεοσσοῖς ἀπορρήτως διὰ τινων ζῴων μικρῶν γεωργεῖ τὴν τροφήν (1). Καὶ ταύτην ἀνυμνῶν ὁ προφήτης Δαυὶδ μελῳδεῖ : Καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐντελοῦμαι (2), φησί, τοῖς κόραξι τοῦ διατρέφειν σε. Οἱ τῶν τέκνων προδότες, τῆς σῆς τροφῆς γεωργοί. Μὴ τοίνυν γενήσῃ χειρόνων τῶν μισοτέκνων κοράκων, μὴ μιμήσῃ τὴν τούτων περὶ τοὺς ἰουδαίους μισοτεκνίαν, ἀλλὰ μίμησαι τὸν τούτων περὶ σὲ θεματισμὸν. Ἐνίκησαν οὖτοι τὴν φύσιν τῇ περὶ σε λειτουργία : νίκησον καὶ αὐτὸς φιλανθρωπίᾳ τὴν Ἰουδαιαν ἀπανθρωπίαν.

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
