# Sermones Xli 96.3-97.37

Basilius, Sermones Xli, 96.3 to 97.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/96.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/96.3

(6) Ἀναμνήσαι τὰς ἁμαρτίας μου. Biblia: τοῦ ἀναμνήσαι τὰς ἁμαρτίας. Α ἑτήρησας; Ἡπορεῖτο πρὸς τὸ συμβὰν ὁ Ἠλίας, καὶ τὴν φιλοξενίαν τοῦ γυναικοῦ θαυμάζων, τῆς τοῦ τέκνου τελευτῆς τὴν αἰτίαν ἐξήτει· καὶ ζητῶν εὗρεν οὖσαν τῶν καθ᾽ ἑαυτὸν μηχανῶν παρὰ Θεοῦ τοῦ παιδίου τὸν θάνατον (7). Καὶ τῷ Θεῷ προσπίπτει, καὶ ἐξαγγέλλει τὸ σφάγγμα· Οἱ μοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας (8) τοῦ θα- νατώσαι τὸν υἱὸν αὐτῆς; Ἐγὼν σου τὴν κατ᾽ ἐμοῦ μηχανὴν· ἡσώμην οὖς παρὰ σοῦ περιδέδη- μαι· ἀντίδοσιν ἀπατεῖς με φιλανθρωπίας, ἵν᾽ ὅταν ἐγὼ περὶ τοῦ παιδίου τῆς χήρας ἱκετεύσω, Λύσον, ὦ Κτίστα, τοῦ παιδίου τὸν θάνατον, ἀντεπαγάγας μοι καὶ αὐτό· Λύσον οὖν καὶ σὺ τὸν τοῦ παιδὸς μου τοῦ Ἰσραὴλ τῆς ἀδροχίας ἀπόφασιν. Γίνομαι τοίνυν σου μαθητὴς τῆς φιλανθρωπίας, ὡπουρὸς ἡμερώτατος Β δεῖξον, ὦ Δέσποτα, καὶ θάνατον πρὸς ἀνθρώπους ἡμερούμενον· μανθανέτω τὰ τῆς σῆς φιλανθρωπίας γνωρίσματα· φανέτω καὶ ἄγχις ἄβου τὸ τῆς σῆς ἀγαθότητος δόγμα· λύσθω καὶ τῶν ζώντων ἡ τιμωρία, καὶ τῶν τεθνηκότων τὰ δεσμωτήρια. Διεδέχετο τοῦ προφήτου τὴν εὐχὴν ἡ τοῦ παιδίου ζωή, καὶ ὁ κατὰ ἀνθρώπων ἄζητος θάνατος, τὴν ἦτταν διὰ τὸν Ἠλίαν ἐμάνθανε, καὶ γλῶττῃ τῇ προφητικῇ βιασθεῖς ἐθρηνῶδει. Πρῶτος γὰρ νεκρὸς ἐξ αὐτοῦ ἀποσπώμενος ἀνθρωπίνως πενθεῖν ἐδιδάσκετο· Τίς ἡ τῶν πραγμάτων, λέγων, αὕτη παρ᾽ ἐλπίδας μεταβολή; Νεκροὶ παλινδρομοῦσιν εἰς βίον, καὶ ψυχαὶ τοῖς ἑαυτῶν μετὰ θάνατον εἰσποιζονται σώμασι· καὶ λύεται θανάτου νόμος ἐν παραδείσῳ συγγεγραμμένος. Ἐνέχυρον ἔχω τῆς δεσποτείας τῶν κρατουμένων τὰ πται- C σματα· ὅπλα μοι κατὰ ἀνθρώπων, τῶν ἀνθρώπων τὰ πταισματα. Τοσοῦτον παρ᾽ ἐμοὶ νέφος δικαίων (9), καὶ τῶν ἐμῶν οὐδὲς δραπέτευον δικτύων, ἀμαρτωλῶν μυριάδες τοῖς ἐμοῖς δεσμωτηρίοις ἐνέχονται. Ἐλύπει δέ με μόνος ὁ Ἐνὼχ τὰ ἐμὰ σκήπτρα ὑπὸ πεῖρας πατήσας, ὅτι μέρος ὑπάρχον τῆς φύσεως, ἀνωτέρω γέγονε τῆς ἀποφάσεως. Νυνὶ δὲ καὶ ὧν ἔσχον τὴν κτῆσιν, τούτων τὴν ζωὴν ἀναπράττομαι. Ματαίας ἐλπίσιν ἐμαυτὸν ἐδελάξον, ἄλυτον ἐσεσθαι

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
