# Sermones Xli 98.2

Basilius, Sermones Xli, 98.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/98.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/98.2

ΑΟΓΟΣ ΙΒ. Τοῦ αὐτοῦ εἰς τὸν Ἰωνᾶν. α’. Ἄπας μὲν ὁ τῆς κτίσεως κόσμος τῆς θείας φιλανθρωπίας εἰκόν ἐστιν, δημαίνον αὐτοῖς ἐκπαιδεύων τοῦ Κτίστου τὴν ἀγαθότητα· αὐτὸ γὰρ δὴ πρῶτον, τὸ πρὸς δημιουργίαν ἐλθεῖν, καὶ δοῦναι τοῖς οὐκ οὖσι τοῦ εἶναι τὴν παράδοσιν, τῆς χρηστότητος γνώρισμα· οὐχ ἡν οὐρανός, οὐχ ἡν γῆ, οὐχ ὑπῆρχε πελάγη, φωτὸς ἦχος οὐκ ἐλάλειτο. Καὶ τί ταῦτα λέγω; ἀγγέλων δήμοι τοῦ εἶναι ἐστέργοντο· μόνος γὰρ εἶχε τὸ εἶναι Θεός· Θεὸς ἡ τοῦ εἶναι πηγὴ, ὁ τῆς ζωῆς θησαυρός, ὁ τοῦ γενέσθαι μόνος ἀνεῤῥεῖς, ἀγαθότητα βρύων. Οὗτος τὰ μὴ δυντα πρὸς τὸ εἶναι καλεῖ, οὐχ αἰτηθεὶς, οὐχ ἐκτετυχεὶς τοῖς οὐκ οὖσι τὸ εἶναι χαρίζεται. Πῶς γὰρ ἂν τὸ μὴ ὂν περὶ τοῦ γενέσθαι τὸν δυτα (14) παρεκάλειεν; Ἄλλ’ ὁ τῆς χρηστότητος

---

Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000604.
