# Fragmenta 2

Baton Sinopensis, Fragmenta, Dfhg-Source dfhg4_BATON_SINOPENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/baton-sinopensis/fragmenta/2

Πυθαγόρας Ἐφέσιος, καταλύσας δι ̓ ἐπιβουλῆς τὴν τῶν Βασιλειδῶν καλουμένην ἀρχὴν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. Καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε, καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ εἰς ταῦτα ἔρως τις χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς εἰς τοὺς πλουσίους ἐκριπισθῆναι κουφότατος ἦν. Ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. Τῶν γοῦν προειρημένων, οἷς ἐπέθετο, παμπόλλους ἐν τοῖς ναοῖς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυγοῦσαν εἰς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησεν, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. Οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τροφῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ εἰς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. Ἡ δὲ ἔφη, νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. Ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσον, ὥς φησι Βάτων.

---

BATON SINOPENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1219.tlg003.local002/.
