# Fragmenta 1-2-3

Berosus Chaldaeus, Fragmenta, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/berosus-chaldaeus/fragmenta/1-2

Πρώτην πασῶν ἀναγράφουσι τὴν Χαλδαίων βασιλείαν ἄνδρες ἐν παιδεύσει γνώριμοι Ἀλέξανδρος ὁ Πολυίστωρ, Βηρωσσὸς καὶ Ἀβυδηνὸς καὶ Ἀπολλόδωρος, οἳ πρῶτον μὲν ἱστοροῦσιν ἀβασίλευτα ἔτη, ανη'. Φασὶ γὰρ ἀδὰμ τὸν πρῶτον ἄνθρωπον ἡγήσασθαι τὸν τῆς ζωῆς αὐτοῦ χρόνον (??), μετὰ δὲ τούτοο Σὴθ τὸν υἱὸν αὐτοῦ ἔτη ρκηʹ. Ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν, Σάνδην δὲ τὸν Ἡρακλέα, καὶ Ἀναῖτίδα τὴν Ἀφροδίτην, καὶ ἄλλως τοὺς ἄλλους ἐκάλουν, ὥς που Βηρώσσῳ τε τῷ Βαβυλωνίῳ καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ(?), τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ Μήδων ἀναγραψαμένοις, ἱστόρηται. Βήρωσος δ ̓ ἐν πρώτῳ Βαβυλωνιακῶν τῷ Λώῳ φησὶ μηνὶ ἑκκαιδεκάτῃ ἄγεσθαι ἑορτὴν Σακέαν προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπότας ὑπὸ τῶν οἰκετῶν, ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα αὐτῶν ἐνδεδυκότα στολὴν ὁμοίαν τῇ βασιλικῇ, δν καὶ καλεῖσθαι ζωγάνην. Μνημονεύει τῆς ἑορτῆς καὶ κτησίας ἐν δευτέρῳ Περσικῶν (v. Ctes. fr. 16).

---

BEROSUS CHALDAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1222.tlg003.local002/.
