# Fragmenta 15

Berosus Chaldaeus, Fragmenta, Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/berosus-chaldaeus/fragmenta/15

Ὅτι δὲ περὶ ὧν φαμεν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσοφήσας καὶ μηνύσας Ἔλλησιν τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκε τῷ Μωυσεῖ περί τε κατακλυσμοῦ καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. Ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε, τὰ γὰρ (l. γε) συμβάντα τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ. Μέμνηται καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως, καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.

---

BEROSUS CHALDAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1222.tlg003.local002/.
