# Fragmenta 4

Berosus Chaldaeus, Fragmenta, Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/berosus-chaldaeus/fragmenta/4

Ἐπίπλαστός ἐστιν ἡ τούτων ἐπίνοια ἀμφοτέρων, τοῦ τε Βηρώσσου καὶ τοῦ Μανεθῶ, τὸ ἴδιον ἔθνος θελόντων δοξάσαι, τοῦ μὲν τὸ τῶν Χαλσαίων, τοῦ δὲ τὸ τῶν Αἰγυπτίων. Θαυμαζέτω δὲ πῶς οὐκ ᾐσχύνθησαν ἀφ ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ ἔτους ἀρχὴν θέσθαι ταῖς τερατώδεσιν αὐτῶν συγγραφαῖς· ἀλλ ̓ ὁ μὲν Βήρωσσος διὰ σάρων καὶ νήρων καὶ σώσσων ἀνεγράψατο, ὧν ὁ μὲν σάρος τρισχιλίων καὶ ἑξακοσίων ἐτῶν χρόνον σημαίνει, ὁ δὲ νῆρος ἐτῶν ἑξακοσίων, ὁ δὲ σῶσσος ἑξήκοντα. Καὶ συνῆξε σάρους ἑκατὸν εἴκοσι διὰ βασιλέων δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων τεσσαράκοντα τριῶν καὶ δύο χιλιάδων.

---

BEROSUS CHALDAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1222.tlg003.local002/.
