# Fragmenta 7

Berosus Chaldaeus, Fragmenta, Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/berosus-chaldaeus/fragmenta/7

Λέγει γὰρ ὁ αὐτὸς Ἀλέξανδρος ὡς ἀπὸ τῆς γραφῆς τῶν Χαλδαίων αὖθις παρακατιὼν ἀπὸ τοῦ ἐνάτου βασιλέως Ἀρδάτου (deb. Ὀτιάρτου) ἐπὶ τὸν δέκατον λεγόμενον παρ ̓ αὐτοῖς Ξίσουθρον οὕτως· «Ἀρδάτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ὀκτωκαίδεκα· ἐπὶ τούτου μέγαν κατακλυσμὸν γενέσθαι· ἀναγεγράφθαι δὲ τὸν λόγον οὕτως· (2) τὸν Κρόνον αὐτῷ κατὰ τὸν ὕπνον ἐπιστάντα φάναι μηνὸς Δαισίου πέμπτῃ καὶ δεκάτῃ τοὺς ἀνθρώπους ὑπὸ κατακλυσμοῦ διαφθαρήσεσθαι. Κελεῦσαι οὖν διὰ γραμμάτων πάντων ἀρχὰς καὶ μέσα καὶ τελευτὰς ὀρύξαντα θεῖναι ἐν πόλει ἡλίου Σισπάροις (Σιππάροις Scaliger), καὶ ναυπηγησάμενον σκάφος ἐμβῆναι μετὰ τῶν συγγενῶν καὶ ἀναγκαίων φίλων· ἐνθέσθαι δὲ βρώματα καὶ πάντα εὐτρεπισάμενον πλεῖν· ἐρωτώμενον δὲ ποῦ πλεῖ; φάναι, πρὸς τοὺς θεοὺς, εὐξάμενον (εὐξόμενον Scal.) ἀνθρώποις ἀγαθὰ γενέσθαι. (3) Τὸν δ ̓ οὐ παρακούσαντα ναυπηγῆσαι σκάφος τὸ μὲν μῆκος σταδίων πέντε (quindecim, Eus.), τὸ δὲ πλάτος σταδίων δύο· τὰ δὲ συνταχθέντα πάντα συνθέσθαι, καὶ γυναῖκα καὶ τέκνα καὶ τοὺς ἀναγκαίους φίλους ἐμβιβάσαι. (4) Γενομένου δὲ τοῦ κατακλυσμοῦ καὶ εὐθέως λήξαντος, τῶν ὀρνέων τινὰ τὸν Ξίσουθρον ἀφιέναι. Τὰ δὲ οὐ τροφὴν εὑρόντα οὔτε τόπον ὅπου καθίσαι, πάλιν ἐλθεῖν εἰς τὸ πλοῖον. Τὸν δὲ Ξίσουθρον πάλιν μετά τινας ἡμέρας ἀφιέναι τὰ ὄρνεα· ταῦτα δὲ πάλιν εἰς τὴν ναῦν ἐλθεῖν τοὺς πόδας πεπηλωμένους ἔχοντα. Τὸ δὲ τρίτον ἀφεθέντα οὐκ ἔτι ἐλθεῖν εἰς τὸ πλοῖον. Τὸν δὲ Ξίσουθρον ἐννοηθῆναι γῆν ἀναπεφηνέναι, διελθόντα τε τῶν τοῦ πλοίου ῥαφῶν μέρος τι καὶ ἰδόντα προσοκεῖλαν τὸ πλοῖον ὄρει τινὶ ἐκβῆναι μετὰ τῆς γυναικὸς καὶ τῆς θυγατρὸς καὶ τοῦ κυβερνήτου προσκυνήσαντα τὴν γῆν καὶ βωμὸν ἱδρυσάμενον καὶ θυσιάσαντα τοῖς θεοῖς γενέσθαι μετὰ τῶν ἐκβάντων τοῦ πλοίου ἀφανῆ (5) Τοὺς δὲ ὑπομείναντας ἐν τῷ πλοίῳ, μὴ εἰσπορευομένων τῶν περὶ τὸν Ξίσουθρον (aliter Euseb.), ἐκβάντας ζητεῖν αὐτὸν ἐπὶ ὀνόματος βοῶντας· τὸν δὲ Ξίσουθρον αὐτὸν μὲν αὐτοῖς οὐκ ἔτι ὀφθῆναι, φωνὴν δὲ ἐκ τοῦ ἀέρος γενέσθαι κελεύουσαν ὡς δέον αὐτοὺς εἶναι θεοσεβεῖς· καὶ γὰρ (vgo παρ ̓) αὐτὸν διὰ τὴν εὐσέβειαν πορεύεσθαι μετὰ τῶν θεῶν οἰκήσοντα. Τῆς δὲ αὐτῆς τιμῆς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ τὸν κυβερνήτην μετεσχηκέναι. (6) Εἶπέ τε αὐτοῖς ὅτι ἐλεύσονται πάλιν εἰς Βαβυλῶνα, καὶ ὡς εἵμαρται αὐτοῖς ἐκ Σισπάρων (l. Σιππάρων) ἀνελομένοις τὰ γράμματα διαδοῦναι τοῖς ἀνθρώποις, καὶ ὅτι εἰσὶν ὅπου ἡ χώρα Ἀρμενίας ἐστί. Τοὺς δὲ ἀκούσαντας ταῦτα θῦσαί τε τοῖς θεοῖς καὶ πέριξ (scr. πεζῇ; pedestri itinere Eus.) πορευθῆναι εἰς Βαβυλῶνα. (7) Τοῦ δὲ πλοίου τούτου κατακλιθέντος ἐν τῇ Ἀρμενίᾳ ἔτι μέρος τι ἐν τοῖς Κορδυαίων ὄρεσι τῆς Ἀρμενίας διαμένειν, καί τινας ἀπὸ τοῦ πλοίου κομίζειν ἀποξύοντας ἄσφαλτον, χρᾶσθαι δὲ αὐτῇ πρὸς τοὺς ἀποτροπιασμούς. Ἐλθόντας οὖν τούτους εἰς Βαβυλῶνα τά τε ἐκ Σισπάρων γράμματα ἀνορύξαι καὶ πάλεις πολλὰς κτίζοντας καὶ ἱερὰ ἀνιδρυσαμένους πάλιν ἐπικτίσαι τὴν Βαβυλῶνα. Τούτων δὴ ἀπὸ Ἀλεξάνδρου τοῦ Πολυίστορος, ὡς ἀπὸ Βηρώσσου τοῦ τὰ Χαλδαϊκὰ ψευδηγοροῦντος προκειμένων κτλ.

---

BEROSUS CHALDAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1222.tlg003.local002/.
