Ancient Greek
ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ, lines ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ.1-ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ.44
Bion of Phlossa, Αδώνιδος επιτάφιος ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ.1-44
Not analysed yet
Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·
ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες.
μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·
ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.
αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,
καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.
αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται
Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο,
στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ
χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα
πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.