# Fragmenta 531.15-532.49

Bion, Fragmenta, 531.15 to 532.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/bion-phil/fragmenta-2/531.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/bion-phil/fragmenta-2/531.15

7. Βίων ἔφη· τὰ χρήματα τοῖς πλουσίοις ἡ τύχη οὐ δειδότηται, ἀλλὰ δεδάνειται. 8 Καὶ γὰρ ἡ τύχη, φησὶν ὁ Βίων, ὥσπερ ποιήτρια, δτὲ μὲν πρωτολόγου δτὲ δὲ ὑστερολόγου περιτίθησι πρόσωπον, καὶ δτὲ μὲν βασιλέως δτὲ δὲ ἀλήτου. αὐταρχείας.) 9 Βίων ἔλεγεν, ὥσπερ τὰ φαῦλα τῶν βαλαντίων, κἂν μηδενὸς ἡ ἀξία, τοσούτου ἐστὶν ἀξία, ὅσον ἐν ἑαυτοῖς τὸ νόμισμα ἔχουσιν· οὕτω καὶ τῶν πλουσίων τοὺς οὐδενὸς ἀξίους καρποῦσθαι τὰς ἀξίας ὧν κέκτηνται. 10 Βίων ἔλεγε, καταγέλαστους εἶναι τοὺς σπουδάζοντας περὶ πλοῦτον, ὧν τύχη μὲν παρέχει, ἀνελεῦθερία δὲ φυλάττει, χρηστότης δὲ ἀφαιρεῖται. 11 Βίων ἔλεγε γελοιοτάτους εἶναι τοὺς ἀστρονο- μοῦντας, οἱ τοὺς παρὰ πσοῖ τοὺς ἐν τοῖς αἰγυλίοις ἰχθύς οὐ βλέποντες, τοὺς ἐν τῷ οὐρανῷ φάσκουσιν εἰδέναι. 12 Βίων ἔφη, δεῖν τὸν ἀγαθὸν ἄρχοντα παυόμενον τῆς ἀρχῆς μὴ πλουσιώτερον, ἀλλ’ ἐνδοξότερον γεγονέναι. 13 Καθάπερ καὶ ἐς οἰκίας, φησὶν ὁ Βίων, ἐξοικιζόμεθα, ὅταν τὸ ἐνοίκιον ὁ μισθῶσας οὐ κοιμιζόμενος τὴν θύραν ἀφέλη, τὸν κέραμον ἀφέλη, τὸ φρέαρ ἐγκλείση, οὕτω καὶ ἐκ τοῦ σωματίου ἐξοικίζομαι, ὅταν ἡ μισθώσασα φύσις τοὺς ὀφθαλμοὺς ἀφαιρῆται, τὰ ὦτα, τὰς χεῖρας, τοὺς πόδας. Οὐχ ὑπομένω, ἀλλ’ ὥσπερ ἐκ συμποσίου ἀπαλλάττομαι, οὐδὲν δυσχераίνων, οὕτω καὶ ἐκ τοῦ βίου, ὅταν ἡ ὥρα ἡ, ἔμβα πορθμίδος ἔρμα. αὐταρχείας. Ultima ἔμβα πορθμίδος ἔρμα, quæ ad 14 Βίων πρὸς τοὺς λέγοντας, ὅτι τὸ κάλλος τυραννίδα ἔχει, Φεῦ, ἔλεγε, τυραννίδος τριχὶ καταλυομένης. τριχῖ.) 15 Ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρήχας Ἀρμοδίους ἐκάλεε καὶ Ἀριστογείτονας, ὡς ἄμα τῷ καρῆναι καλῆς τυραννίδος ἀπαλλαττομένους αὐτῶν τοὺς ἐραστάς. ἀπαλλαττομένους αὐτῶν; codd. ὡς ἄμα καλῆς τυραννίδος ἀπαλλαττομένους ὑπ’ αὐτῶν.) 16 Ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηράσαι μετρακίων, Οὐχ οἷόν τε, ἔφη, ἀπαλὸν τυρὸν ἀγχιστρῶ ἐπισπάσθαι. μαλακοὺς οὐχ ἕστι προτρέψαι βάδιον· οὐδὲ γὰρ τυρὸν ἀγχιστρῶ λαβεῖν. Οἱ δ’ εὐφυεῖς, κἂν ἀποστρέψης, ἐπὶ μᾶλλον ἔχονται τοῦ λόγου.) 17 Ἐρωτηθεὶς ποτε, τίς μᾶλλον ἀγωνιᾷ, ἔφη· Ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν. 18 Ἐρωτηθεὶς, εἰ γαμεῖν δεῖ, ἔφη· Ἐὰν μὲν γήμης

---

Bion Phil., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000668.
