# Fragmenta 533.5-534.9

Bion, Fragmenta, 533.5 to 534.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/bion-phil/fragmenta-2/533.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/bion-phil/fragmenta-2/533.5

21 Μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. 22 Καταγίνωσκε τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναίσθητους, παρακαόντων δὲ ὡς αἰσθανομίνοις. 23 Ἔλεγε συνεχῆς, ὅτι ἀρεστώτερον ἐστι τὴν ὥραν ὅλῃν χαρίζεσθαι, ἢ ἀλλοτρίως ἀποδρέπεσθαι καὶ γέρ εἰς σῶμα βλάπτεσθαι καὶ εἰς ψυχήν. 24 Εὐκολον ἔφασκε τὴν εἰς ἅδου ὁδὸν· καταμύοντας γοῦν ἀπιέναι. 25 Εἰ μὲν Σωκράτης εἶχεν Ἀλκιβιάδου χρείαν καὶ ἀπεῖχον, μάταιος ἦν· εἰ δὲ μὴ εἶχεν, οὐδὲν ἐποίει παράδοξον. 26 Τὸν Ἀλκιβιάδην μεμαρμένον Πλεγαν, ὡς νῆος μὲν ὄν τοὺς ἀνδρὰς ἀπάγει τῶν γυναικῶν, νεανίσκος δὲ γεγώμας τὰς γυναῖκας τῶν ἀνδρῶν. 27 Ἐν Ῥόδῳ τὰ ῥητορικὰ διασκούντων Ἀθηναίων, τὰ φιλοσοφούμενα ἐδίδασκε. Πρὸς οὖν τὸν αἰτιασάμενον ἔφη· Πυροὺς ἐκόμισα καὶ κριθὰς πωλῶ; 28 Ἔλεγε τοὺς ἐν ἅδου μᾶλλον ἂν κολάζεσθαι, εἰ δλοκληρίους καὶ μὴ πεπρημένους ἀγνείους ὑδροφόρους. 20. Πρὸς τὸν ἀδολέσχην, λιπαροῦντα συλλαβέσθαι αὐτῷ, τὸ ἰκανόν σοι ποιήσω, φησίν, ἐὰν παρακλητὸνς πέμψῃς, καὶ αὐτὸς μὴ ἐλθῃς. 30. Πλέων μετὰ πονηρῶν, λησταὶς περιέπεσε· τῶν δέ, ἄπολλομεν εἰπόντων, ἐὰν γνωσθῶμεν, Ἐγὼ δέ, φησίν, ἐὰν μὴ γνωσθῶμεν. 31. Τὴν οἴησιν ἔλεγε προκοπὴς ἐγκοπὴν. 32. Πρὸς πλούσιον μικρολόγον, Οὐχ οὕτως, ἔφη, τὴν οὐσίαν κέκτηται, ἀλλ’ ἡ οὐσία τούτον. 33. Ἔλεγε, τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δὲ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. 34. Τῇ μὲν ἀνδρείᾳ νέους ἔφη χρήσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν. 35. Τοσοῦτον (ἔλεγε) διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν, ὅσον τὴν ὁρασιν τῶν ἄλλων αἰσθήσεων. 36. Μὴ δεῖν ἔφασκεν ἀνειδίζειν τὸ γῆρας, εἰς δ’, ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν. 37. Πρὸς τὸν βάσκανον ἐσχυθρωσκατότα, οὐκ οἶδα, ἔφη, πότερον σοὶ κακὸν γέγονεν, ἢ ἄλλῳ ἀγαθόν.

---

Bion Phil., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000668.
