# Fragmenta 274.2

Boethus, Fragmenta, 274.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/boethus/fragmenta/274.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/boethus/fragmenta/274.2

Καὶ μὴν φασίν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσὶ τρεῖς· ὁ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων σώματα παγέντα διαστάσει καὶ διαίρεσει λύονται. κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ μετασχηματιζόμενος κηρὸς ἢ καταλειαινόμενος ἵνα μηδὲ ἑτεροειδὴ τινα παράσχη τύπον μορφῆς· κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαιρέτου μίᾳ γένεσιν ἀποτελεσθείσης. ποῖφ δὴ τούτων ἄξιον τὸν κόσμον φθείρεσθαι φάναι; τῇ κατὰ διαίρεσιν; ἀλλ' οὔτε ἐκ διεστηκότων ἐστίν, ὡς τὰ μέρη σκεδασθῆναι, οὐτ' ἐκ συναπτομένων, ὡς διαλυθῆναι, οὔτε τὸν αὐτὸν τρόπον τοῖς ἡμετέροις ἤνυσται σώμασι· τὰ μὲν γὰρ ἐπικήρως τε ἐξ ἑαυτῶν ἔχει καὶ δυναστεύεται πρὸς μνήσιν ὑφ' ὧν βλάπτεται, τοῦ δ' ἀήττητος ἡ φῶμη πολλῇ τινι περιουσίᾳ πάντων κατακρατοῦσα. ἀλλ' ἀναίρεσει παντελεῖ τῆς ποιότητος; ἀλλ' ἀμήχανον τοῦτό γε· μένει γὰρ κατὰ τοὺς τάναντία αἱρουμένους ἢ τῆς διακοσμήσεως ποιότης ἐπ' ἐλάττονος οὐσίας τῆς τοῦ Διὸς σταλείσα κατὰ τὴν ἐκπόρωσιν. ἀλλὰ τῇ κατὰ σύγχυσιν; ἀπαγε, δεήσει γὰρ πάλιν εἰς τὸ μὴ ὄν γίνεσθαι τὴν φθορὰν παραδέχεσθαι. τοῦ χάριν; ὅτι εἰ μὲν ἕκαστον ἐν μέρει τῶν στοιχείων ἐφθείρετο, μεταβολὴν ἐδύνατο τὴν εἰς ἕτερον δέχεσθαι, πάντων δὲ συλλήβδην ἀθρόων κατὰ σύγχυσιν ἀναφουμένων, ἀνάγκη ὑπονοεῖν τὸ ἀδύνατον.

---

Boethus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000672.
