Ancient Greek · ~2 min
ια′. Βροῦτος Ῥοδίοις.
Bruti Epistulae, Epistulae ια′. Βροῦτος Ῥοδίοις.
Not analysed yet
Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευήν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’ αὐτοῖς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πάρεστιν ὁρᾶν ὄψει, εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξανθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι.