Ancient Greek · ~1 min
ιζ′. Βροῦτος Παταρεῦσιν.
Bruti Epistulae, Epistulae ιζ′. Βροῦτος Παταρεῦσιν.
Not analysed yet
Δαμάσιππον Ῥοδίων ναύαρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυοῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀποδρᾶναι δρᾶναι ἐάσετε, καὶ ἀδικίαν καὶ ἀνανδρίαν ὑμῶν καταγνώσομαι.