Ancient Greek · ~1 min
ξη′. Βιθυνοὶ Βρούτῳ.
Bruti Epistulae, Epistulae ξη′. Βιθυνοὶ Βρούτῳ.
Not analysed yet
Ὁ μὲν χειμὼν διεκώλυσε τὴν ναυτικὴν ἡμῶν συμμαχίαν, ἡ δὲ ναυτικὴ παρασκευὴ ἐξανάλωσε τὰ χρήματα, ὥστε ἡμᾶς εἰ καὶ μὴ σοί, ἀλλ’ οὖν αὑτοῖς γε δαπανηρῶς μεμοχθηκέναι. τῆς οὖν χρείας ὑπ’ ἄλλων πεπληρωμένης αἰτούμεθα συγγνώμην, βραδύναντες μὲν διὰ τὴν τύχην, ἀποροῦντες δὲ διὰ τὸ ἀνάλωμα· οὐ γὰρ δυνατὸν ἡμῖν τὰς ναῦς ποιῆσαι χρήματα ὡς ἐκ τῶν χρημάτων ναῦς.