# Book Epigrams: Dates 29767

Byzantine Book Epigrams, Book Epigrams: Dates, Poem 29767. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dates/29767
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dates/29767

Τέλος ὦδε πέφυκε ταύτης τῆς δέλτου·
ξένοι μὲν ἀγάλλονται ἀθρεῖν πατρίδα
καὶ οἱ πλοῦν θαλάττιον πλέοντες πάλιν
λιμὴν ἡ αὐτῶν ἔφεσις ἔστιν οἷμε
δούλων ἐπιθύμημα μὴ δούλος εἶναι
πτωχοῖς φιλοπλούτοις τε πλουτεῖν τὰ κόσμου
ἀδόξους ἀνάγεσθαι φθαρτὴν εἰς δόξαν,
τὸν αὐτὸν δὴ τρόπον τε, πιστεύειν ἔχω,
καὶ τοὺς βίβλον γράφοντας τὴν οἱ ἀνοῦν γε
τὸ τέρμα αὐτῆς θεάσασθαι πληροῦντα·
χαρᾶς ἡδονῆς εὐφροσύνης ἁπάσης·
κἀγὼ τοιγαροῦν Νικόλαος, τάχα καὶ ἀναγνώστης·
τὸ παρὸν βιβλίον τε, Μαργαρίται τοῦ Χρυσοστόμου,
συλλέξας ὀργάνωσα, πόνῳ καὶ μόχθῳ
εἰς θεοῦ τε αἴνεσιν καὶ ὑμνῳδίαν·
πεπλήρωτο δὲ ἐν χρόνοις τοῖς τοῦ κόσμου
χιλίων ἐξάπλωμα ἐκατοντάδων,
ἐννακοσίοις ἅμα δὲ εἰκοστῷ καὶ τετάρτῳ,
ἰνδικτιῶνος καὶ αὐτῆς δὲ ἐνάτης,
ἐν μηνὶ Ἀπριλλίῳ τε ἑπτά δε καὶ δεκάτης.
Ὦ Χριστέ μου σῶσον με, τὸν σὸν οἰκέτην
πρεσβείαις τῆς τεκούσης σε καὶ σοφοῦ Χρυσοστόμου.

---

Byzantine Book Epigrams, Book Epigrams: Dates. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2234.
