# Book Epigrams: Dates 3009

Byzantine Book Epigrams, Book Epigrams: Dates, Poem 3009. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dates/3009
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dates/3009

Καὶ τί τῶν ὄντων οὕτως ἥδιον πέλει
ἢ λυσιτελὲς ἢ ποθεινὸν ἢ θεῖον;
Οὔκουν οὐδέν γε ὡς τῶν εὐαγγελίων
πυκτὶς ἡ θεσπέσιος καὶ τρισολβία·
θεσμῶν γὰρ καὶ δογμάτων τε καὶ θαυμάτων
ἐξαίσιον τὸ κάλλος φέρει καὶ ὕψος
νᾶμα δὲ ὥσπερ νεκταρῶδες τὸν μύθον
βλύζει τὸν σωτήριον καὶ ζωηφόρον·
καὶ τί δεῖ φράζειν ταύτης πάντα κατ’ εἶδος
Θεὸν παριστᾶ δι’ οἶκτον βροτοθέντα
φύσιν τε διαρθρόντα τὴν ἀνθρωπεῖαν
ὡς γ' οῦν ἄχραντον ἱεράν τε καὶ θείαν.
Ἔγωγε Λέων ὁ χθαμαλὸς ζεούσῃ
ψυχῇ καὶ γνώμῃ ταύτην ἐπἐκτησάμην
τὰ ἔσω τε καὶ ἔξω καθωραΐσας
υἱῷ φιλτάτῳ καὶ ἐμοὶ Βασιλείῳ
ταύτην δωροῦμαι φιλοτίμως καὶ νέμω
εἰς σκέπην, εἰς φρούρησιν, εἰς σωτηρίαν
αὐτοῦ καὶ συντήρησιν πάντας αἰῶνας.
Ἕβδομον δ᾽ ἦγεν ὁ αἰὼν τότε ἔτος
καὶ τριακοστὸν ἐξακοσιοστόν τε
καὶ χιλιάδας ἓξ προδιηνυσμένας,
ὅτε δακτύλοις Θεοδώρου ἐξύσθη
ἀλητροῦ, εὐτελοὺς τε καὶ ἐλαχίστου
εἰς δόξαν πατρὸς υἱοῦ τε καὶ τοῦ θείου
Πνεύματος ἅμα καὶ ψυχῆς σωτηρίαν
Λέοντος λαμπροῦ τοῦ καὶ κτήτορος αὐτῆς.

---

Byzantine Book Epigrams, Book Epigrams: Dates. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2234.
