# Book Epigrams: Death 33754

Byzantine Book Epigrams, Book Epigrams: Death, Poem 33754. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-death/33754
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-death/33754

Ἁρματηλάτα βασιλεῦ φαεσφόρε,
ἤδη δρόμος σὸς πρὸς δύσιν ἀποβλέπει·
τοῦ γὰρ τετρώρου τὴν καλὴν ξυνωρίδα,
σῶν πρωτογεννῶν πορφυρανθῶν υἱέων,
ᾅδου θερίστρα τοῦ κράτους παρηόρου
ἔκοψεν ἀπήγαγε πρὸς σκότου πύλας·
καὶ θανάτου κύλινδρος ἄφυκτος πάλιν,
ὡς ἐντρόχιον τῷ τροχηλεύματί σου,
πευκεδανὸν ἄτρακτον ἐκ σῆς φαρέτρας
προῆκεν ἰόχριστον ὡς βιοφθόρον·
καὶ κονδύλους σοὺς τὸ φθορᾶς ξέει ξίφος·
ἀρχῆς δι’ ὧν ἡνία καλῶς ἰθύνεις·
τὸν ἀρχικὸν μύωπα δι’ ὧν κατέχεις,
τὸν κοκκοβαφῆ σὺ κάλαμον αὐτάναξ·
καὶ βασιλικῶς τοῖς ὑπηκόοις νέμεις
ἐν παντὶ καιρῷ δωρεὰς τὰς ἀφθόνους·
ὄντως ἐπεστράτευσαν ἐν σοὶ τριστάται,
θάνατος, ᾅδης καὶ φθορὰ, κακὸν τρίτον·
καὶ σοῦ κατεκράτησαν, αἲ αἲ ζημίας.

---

Byzantine Book Epigrams, Book Epigrams: Death. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2320.
