# Book Epigrams: Dedications 2165

Byzantine Book Epigrams, Book Epigrams: Dedications, Poem 2165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2165
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2165

Τοῦ τῆς Κύπρου μὲν ποιμένος καὶ δεσπότου,
μακαριωτάτου ἀρχιεπισκόπου,
τοῦ ποιμενάρχου Κυπρίων Ἰωάννου,
τῇ προσταγῇ γέγραφε τήνδε τὴν βίβλον,
γραφεὺς Μανουὴλ Ἁγιοστεφανίτης,
ὁ καὶ παρ᾽ αὐτοῦ τοῦ πάνυ ὑπερσόφου,
εὐεργετηθεὶς πολλάκις ἀνενδότως,
ὃς καὶ πεφυκὼς εὐτελέστατος θύτης,
τοῦ παντάνακτος ἐργοτεχνίτου λόγου,
ἐπευχαριστεῖ καὶ τρανῶς μεγαλύνει,
τὸ χρυσοτευκτόμορφον ἀγλαὸν στόμα.
Καὶ ψυχοτερπέστατον εὐμελὲς μένος,
καὶ πνευματοπρόβλητον εὐμενὲς μέλος,
κροτούμενον κρούματι πανσθενοκρότω,
νοοτρόφους ἴυγγας εὐηχεστάτους
εἰς πᾶσαν ἀνέμελψεν τὴν οἰκουμένην,
ᾗ καὶ λελοιπὼς τὴν χρυσόβλητον βίβλον,
σειρηνοθελκότερπνον εὐμελεστάτην,
πᾶσαν ἀκριβῶς ἠκρίβωσε δελτάδα,
εὐχῶν δὲ κατάπαυσιν οὐδαμῶς φέρει,
πρὸς τὸν μέγα τοῦ θεοῦ ἀρχιεράρχην,
τὴν χρυσοβρυτόρρυτον ὑδάτων ῥύσιν,
καὶ μυσταγωγὸν εὐσεβῶν διδαγμάτων,
καὶ κήρυκα κράτιστον ἀληθῶν λόγων,
Ἐπιφάνιον ἀπόστολον τὸν μέγαν,
ὡς ἂν νέμοιτο τῷ ποιμενάρχῃ τούτου,
ζωὴν πολυχρόνιον ὑγείας πλάτος,
εὔρωστον, εὐφρόσυνον, εὔθυμον βίον.
Ἀλλ᾽ ὦ μάκαρ πρώτιστε τῶν μακαρτάτων,
ὦ τερπνολαμπρότατε χρυσὲ τοῖς λόγοις,
τοῖς ἡδυτάτοις καὶ ψυχοτρόφοις λόγοις,
χάριν ἀνεξάντλητον ἢ βρύσιν νέμοις,
πολλῶν ἀγαθῶν ἐν χρόνοις πολυχρόνοις,
τῷ τήνδε βίβλον προστάξαντι γενέσθαι.

---

Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/1860.
