# Book Epigrams: Dedications 2176

Byzantine Book Epigrams, Book Epigrams: Dedications, Poem 2176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2176
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2176

Ἀνενδεὴς ὢν ὡς Θεὸς πλαστουργέ μου
καὶ τὰς παρ᾽ ἡμῶν οὐκ ἀπωθεῖς θυσίας
δέχῃ δὲ ταύτας μὴ βλέπων πρὸς τὸ πλέον
μόνην ταλαντεύων δὲ τὴν γνώμην ὅση
οὕτως ἐδέξω Σῶτερ αἰγείας τρίχας
καὶ λεπτὰ χήρας καὶ ποτήριον κρύον
ὄντως τὰ μικρὰ καὶ τὰ μηδενὸς λόγου
ἀλλ᾽ ὦ θεωρὲ καὶ νεφρῶν καὶ καρδίας
τὴν πίστιν οἶδας τὴν προαίρεσιν δέχου
καὶ μὴ παρόψῃ βίβλον ἥν σοι προσφέρω
Λέων ὁ πατρίκιος καὶ λογοθέτης
ἐν τῷ νεουργηθέντι ναῷ σοι πόθῳ
βίβλον καταρτίζουσαν εἰς θεῖον φόβον
τὴν εὐσεβῆ σου καὶ σοφὴν κληρουχίαν
αὐτὸς δὲ μισθὸν ἀντίδος μοι σὴν σκέπην
λυτρουμένην με συμφορῶν τῶν ἐν βίῳ
κἀκεῖ δέ με γράφουσαν εἰς θείας βίβλοις
ἐν αἷς ἀπεγράφησαν οἱ σεσῳσμένοι
ὑμεῖς ὅσοι δὲ κλῆρός ἐστε Κυρίου
τὴν παιδαγωγὸν καὶ βιωφελῆ βίβλον
ταύτην ἀναπτύσσοντες ἀντιμισθείαν
παιδεύσεως τὴν ἔνθεν εὐχήν μοι δότε
ὅρον δὲ καὶ πρόγραμμα συντηρητέον
ὅνπερ τίθημι τοῦτον εὐσεβεῖ κρίσει
μὴ τῶν πυλῶν ἔξωθεν ἐκφέρειν ὅλως
τὴν βίβλον ἣν ἔθηκα ταύτην ἐκ πόθου
ἐν τῷ σεβαστῷ τοῦ Θεοῦ τούτῳ δόμῳ
ὅστις δὲ τοῦτον οὐ φυλάξει τὸν λόγον
ἕξει παρ᾽ αὐτοῦ τοῦ Θεοῦ καί Δεσπότου
ἀρὰν κάκωσιν καὶ πονηρὰν ἡμέραν.

---

Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/1860.
