# Book Epigrams: Dedications 3567

Byzantine Book Epigrams, Book Epigrams: Dedications, Poem 3567. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/3567
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/3567

Ἱππόκρατές τε καὶ Γαληνὲ καὶ Ῥοῦφε,
Χείρων δὲ καὶ σύ, φαρμάκων ἐφευρέτα,
ἡ τετράριθμος τῶν παθῶν γαληνότης,
ἄλλη τε πληθὺς τῶν σοφῶν ἀκεστόρων
κόλποις χαρὰν δέχοιο καὶ κρότει μέγα·
πόνους γὰρ ὑμῶν τοὺς πρὶν ἠμαυρωμένους,
αὐχμῶντας ἤδη καὶ παρημελημένους
καὶ φθειριῶντας, ὡς λόγος Καλλισθένην,
Νικήτας εὑρὼν παγκρατὴς Ἱπποκράτης
ἐξεῦρεν, ἐξέδωκεν, ὕψωσεν μέγα
ἄλλων τε πολλῶν σωματουργεῖ καὶ φέρει,
λύσεις παθῶν φάρμακα τραυμάτων ἄκη ·
καὶ πᾶσαν ἁπλῶς συμβολὴν τῶν ὀστέων
ἐξεικονίζει τῇ γραφῇ τοῦ ζωγράφου.
Οὐκοῦν ἐάν τις εὐθετεῖν σκελῶν βάσιν,
θραύσεις τε μηρῶν ἐμβολὴν τῶν σπονδύλων,
χωλοὺς ἀνιστᾶν καὶ τελεῖν δρομηφόρους
ποδαλγιῶντας, ἐκροῆς τῶν ἰσχίων
τὸ ῥεῦμα δεσμεῖν καὶ κρατύνειν τοὺς πόδας
ἄλλην τε τοῦ σώματος ὀστώδη θέσιν,
θραύουσαν εἰς σύμπηξιν ἁρμόσαι θέλοι,
ὧδε σκοπείτω τῆς γραφῆς τὰς εἰκόνας
καὶ πᾶσαν εὑρήσειε τῶν παθῶν λύσιν.
Ἀλλ’οὖν ἅπαντες τῶν σοφῶν ἀκεστόρων
νέοι προγηράσαντες ὑπουργῶν ὅσοι,
γυμνὰ κρατεῖτε ῥωστικώτατα ξίφη ·
στέψατε λοιπὸν τῆς γραφῆς τὸν ἐργάτην,
ἐκ μουσικῶν πλέκοντες ἄνθη τῶν λόγων.
Τὸν γὰρ φανέντα κοσμικὸν εὐεργέτην
πρέπει γεραίρειν ὡς τέχνης φίλον λόγοις.
Ἀλλ’οὖν παρ’ἡμῶν τούσδε τοὺς λόγους δέχου,
πρώτην ἀμοιβὴν τῶν σοφῶν σου πρακτέων.
Χαίροις ὁ δειχθεὶς εὐσθενὴς Ἱπποκράτης
καὶ πανγάληνος τῶν παθῶν γαληνότης.

---

Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/1860.
