# Book Epigrams: Dedications 3796

Byzantine Book Epigrams, Book Epigrams: Dedications, Poem 3796. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/3796
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/3796

Ἡ δέλτος αὕτη Ἰακώβου ὑπάρχει
καὶ ἡγουμένου τῶν ἡγουμένων τέττιξ
ὁ τοῦ Πρινίκκου Γεωργέου πολύτλα
ἡγούμενος γὰρ καὶ κατὰ πάντα κτῆτορ
σὺ γὰρ καὶ θεῖος μεγάλως μεγαλύνων
τὸν σὸν αὐθέντην μετὰ ἀνυψιούσσου
Πολλὰ γὰρ θέλω ἰδεῖν σε κατακράτος
ἐν τῇ αἰτήσει τῆς κρίσεως τὴν ὥραν
καὶ ἐν τῷ μέλλον βοήθειαν αἰτοῦμαι
ὣς παρρησίαν ἔχων πρὸς τὸν δεσπότην
ὅσα γὰρ θέλεις ἰσχύεις ἐν κυρίῳ
ἔχεις καὶ ἄλλους σύν σοι παρακαλοῦντας
χρυσόστομον γὰρ Ἰωακὴμ καὶ Ἄννης
καὶ ἐν τῇ κρίσει προσπέσῃς τὸν δεσπότην
νὰ λάβω λύσιν τῶν ἐμῶν ὀφλημάτων
καὶ νά με πάρῃς μετὰ τῶν σῶν συνάθλων
ἵνα σοι ψάλλω ἀγγελικῶν τὸν ὕμνον
ἐγὼ γὰρ θέλω νὰ χαίρομαι μετέσου
ὃς γὰρ ἐξεύρης τοῦ κόσμου παρελθόντος
ἐκ νεαρᾶς γὰρ ἠγάπησά σοι πάνυ
καὶ λέγω πάλιν ὡς δοῦλος τὸν αὐθέντην
παρακαλέσαι τὴν ἄχραντον μητέρα
πρὸς τὸν σὸν δοῦλον Ἰάκωβον Πρινίκκου
νὰ ἔχει χάριν καὶ ζῶν καὶ μεταπότμον
θάρρω καὶ τοῦτο μετὰ τοῦ χρυσοστόμου
εὑρεῖν ἐν κρίσει βοήθειαν μεγάλην
εἶδα γὰρ εἶδα καὶ οὐ πολλὰ σὰς λέγω.

---

Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/1860.
