# Book Epigrams: Epitaphs 30509

Byzantine Book Epigrams, Book Epigrams: Epitaphs, Poem 30509. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30509
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30509

Ἀπὸ βλεφάρων δάκρυα, ἀπὸ καρδίας θρῆνον,
ἐπὶ τῷ πένθει ῥήξωμεν δεῦτε τοῦ Κωνσταντίνου.
Βουνοὶ καὶ ὄρη, κλαύσατε σὺν ἡμῖν τὸν δεσπότην,
κοινὴ γὰρ ἡ κατήφεια, κοινὸν τοῦ κόσμου πένθος.
Γυναῖκα τὴν πολύδακρυν, τὰ ποθεινά σου τέκνα --
ποῦ λοιπὸν ἀπεδήμησας, δέσποτα Κωνσταντῖνε;
Δεινῶν πολλῶν ἐρρύσατο θεός σε, Κωνσταντῖνε,
ἀλλὰ τὸ τέλος ἄφευκτον, ἀνελεὴς ὁ λίθος.
ὢ πένθους πολυστενάκτου.
Δάκρυσιν ἀντὶ μέλανος χρήσομαι πρὸς τὸ πάθος,
τὴν συμφορὰν ἀνάγραπτον θήσω τῆς οἰκουμένης.
Ἔμελλεν ἡ γλυκύτης σου, δέσποτα Κωνσταντῖνε,
δριμύξαι τῶν ποθούντων σε τὰ σπλάγχνα μετὰ τέλος.
Ζόφον ὑπέδυς ἥλιε τοῦ τάφου, Κωνσταντῖνε,
καὶ σκυθρωπάζει σύμπασα τῆς ἀθυμίας νέφει.
Ἥλιε τὰς ἀκτῖνάς σου κρῦψον ἐκ τῆς ἡμέρας,
ἐν ᾗ τὸ φέγγος ἔκρυψε τῆς οἰκουμένης τάφος.
Θρήνει πᾶς, τὸ μυστήριον τὸ τοῦ θανάτου βλέπων,
ἰδοὺ γάρ, σκῆπτρα θρόνοι τε τάφον οὐ δυσωποῦσιν.
ναί, στέναζε πᾶσα κτίσις.
Ἥμερος ὄψις, εὔλαλα χείλη, χάρις ὀμμάτων·
οἴμοι, πῶς νῦν μαραίνεσθε στυγνότητι τοῦ τάφου.
Ἴδε τὸν σὸν ποθούμενον, ἡ Πόλις, βασιλέα·
τὸν πόλεις ἐδαφίσαντα μικρὸς πῶς κρύπτει λίθος.
"Κλαίεις πικρῶς μὲν σύζυγε καὶ τὰ φίλτατα τέκνα·
χρόνος ὑμᾶς μειλίξεται, ἐμὲ δὲ τήξει τάφος.
Λέων, τὸν περιπόθητον νῦν δέξου Κωνσταντῖνον,
πικράν σοι συναπτόμενον ἐν τάφῳ κοινωνίαν."
Ματαιοτήτων ἅπαντα τὰ τῇδε ματαιότης·
ὁ βασιλεὺς καὶ κύριος σαπρὰ πρόκειται κόνις.
ναὶ ἄψυχα συνθρηνεῖτε.
Πάλαι μὲν ὕδωρ ἔβλυσαν πέτραι θεοῦ δυνάμει,
νῦν δὲ ῥεύσουσι δάκρυα, νικώμεναι τῷ πάθει.
"Νεότης πολυέραστε, Ῥωμανέ, κράτους ἄνθος,
μέμνησο, τοῦ γεννήτορος τὸν πρός σε πόθον οἴδας.
Ξένην ὁδὸν ἐβάδιζον, ποθῶν εὐχὰς πατέρων,
καὶ παρευθὺς ἀπάγομαι πρὸς ξένην ὄντως τρίβον.
Οἴμοι, τερπνὸν ἀγλάϊσμα, Βασίλειε, τοῦ κράτους,
οὐκέτι σε θεάσομαι, φῶς τῶν ἐμῶν ὀμμάτων·
Πάντων ὑμῶν χωρίζομαι, πάντων στερεῖ με τάφος.
καὶ τί με τὸ περίβλεπτον ὠφέλησε τοῦ κράτους;
τίς ταῦτα ψυχὴ βαστάζει;
Ῥανίδες αἱματόχροοι στάζουσιν ἐξ ὀμμάτων,
τῆς συμφορᾶς τὸ μέγεθος ἀφόρητον δηλοῦσαι.
"Ῥέει τὰ κάτω, φθείρεται, χόρτον ἀγροῦ μιμεῖται,
θρόνοι δὲ καὶ διὰδημα μακρὸς γέλως καὶ πλάνη.
Στενή μοι τάφος οἴκησις, ἀλλ' ἐχωρήθην ὅμως·
καὶ τί πρὸς πλάτος ἔβλεπον τῆς οἰκουμένης πάσης,
Τὴν κατ' ἐχθρῶν ἐξέλασιν διὰ φροντίδος ἔχων;
τὴν εἰς Ἅιδην μετάβασιν ἐγγίζουσαν ἠγνόουν.
Υἱέ μου, τὴν τεκοῦσαν σε θεράπευε καὶ τίμα,
ἐγὼ γὰρ κατεπείγομαι πρὸς τὴν κοινὴν μητέρα."
τὸ πένθος οὐκ ἔχει κόρον.
Τῶν ποταμῶν τὰ ῥεύματα τάς τε φορὰς ἀλλάττου,
ἀρκοῦσι γὰρ τὰ δάκρυα χεόμενα τοῦ κόσμου.
"Φωτὸς στεροῦμαι, δέσποτα, καὶ δόξης ἐπιγείου·
μὴ στερηθῶ τοῦ κάλλους σου καὶ τοῦ φωτὸς ἐκείνου.
Χαίρετε πάντες, χαίρετε, φίλοι, μὴ λάθοιτέ μου,
καὶ τοῦ θανάτου μέμνησθε· πάντας γὰρ τάφος μένει.
ψεύδεται πᾶσ' ἐγκόσμιος ἀρχή, δόξα καὶ πλοῦτος,
ἓν μόνον ἀμετάβλητον, τὸ πρὸς θεὸν ἐλπίζειν.
Ὦ βασιλεῦ καὶ κύριε, κράτος οὐκ ἔχον πέρας,
σῆς μετασχεῖν ἀξίωσον σὸν Κωνσταντῖνον δόξης."
ὢ θλίψεως ἀφορήτου.
Ἀντὶ ψεκάδων ῥεύματα σταλάξατε τὰ νέφη,
ὁ Κωνσταντῖνος τέθνηκε, τοῦ κόσμου ἡ γλυκύτης.

---

Byzantine Book Epigrams, Book Epigrams: Epitaphs. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2595.
