# Book Epigrams: Epitaphs 30552

Byzantine Book Epigrams, Book Epigrams: Epitaphs, Poem 30552. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30552
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30552

Ὃς ἀνδράσι πρὶν καὶ τομώτερος ξίφους,
πάρεργον οὗτος καὶ γυναικὸς καὶ ξίφους·
ὃς τῷ κράτει πρὶν γῆς ὅλης εἶχε κράτος,
ὥσπερ μικρὸς γῆς μικρὸν ᾤκησεν μέρος·
τὸν πρὶν σεβαστόν, ὡς δοκῶ, καὶ θηρίοις
ἀνεῖλεν ἡ σύγκοιτος, ἓν δοκοῦν μέλος.
Ὁ μηδὲ νυξὶ μικρὸν ὑπνώττειν θέλων
ἐν τῷ τάφῳ νῦν μακρὸν ὑπνώττει χρόνον.
Θέαμα πικρόν· ἀλλ' ἀνάστα νῦν, ἄναξ,
καὶ τάττε πεζούς, ἱππότας τοξοκράτας,
τὸ σὸν στράτευμα, τὰς φάλαγγας, τοὺς λόχους.
Ὁρμᾷ καθ' ἡμῶν Ῥωσικὴ πανοπλία·
Σκυθῶν ἔθνη σφύζουσιν εἰς φονουργίαν·
λεηλατοῦσι πανσθενῶς τὴν σὴν πόλιν,
οὓς ἐπτόει πρὶν καὶ γεγραμμένος τύπος
πρὸ τῶν πυλῶν σὸς ἐν πόλει Βυζαντίου.
Ναί, μὴ παρόψει ταῦτα· ῥῖψον τὸν λίθον
τὸν σὲ κρατοῦντα, καὶ λίθοις τὰ θηρία
τὰ τῶν ἐθνῶν δίωκε· δὸς δὲ καὶ πέτρας
στηριγμὸν ἡμῖν, ἀρραγεστάτην βάσιν.
Εἰ δ' οὐ προκύψαι τοῦ τάφου μικρὸν θέλεις,
κἂν ῥῆξον ἐκ γῆς ἔθνεσιν φωνὴν μόνην·
ἴσως πτοήσει ταῦτα καὶ τρέψει μόνη.
Εἰ δ' οὐδὲ τοῦτο, τῷ τάφῳ τῷ σῷ δέχου
σύμπαντας ἡμᾶς· καὶ νεκρὸς γὰρ ἀρκέσεις
σῴζειν τὰ πλήθη τῶν ὅλων χριστωνύμων,
ὦ πλὴν γυναικὸς τἆλλα δ' αὖ Νικηφόρος.

---

Byzantine Book Epigrams, Book Epigrams: Epitaphs. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2595.
