# Book Epigrams: Liturgy 5552

Byzantine Book Epigrams, Book Epigrams: Liturgy, Poem 5552. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-liturgy/5552
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-liturgy/5552

Ἀνὴρ εὐδαίμων κὄλβιος, ὅστις τὴν βίβλον ταύτην,
ἐκ δαπάνης ἐκτήσατο, παρὰ τοῦ γεγραφότος
ἣν ἄλλην οὐχ εὑρήσει τίς, οἴομαι ταύτης ἴσην.
Ἔχουσαν ταῦτα θησαυρόν, ἀσύλληπτον δαπάνην·
ἀρχῇ τὸ ὡρολόγιον, ἀνελλιπὲς τυγχάνον,
πρώτην καὶ τρίτην ὥραν τε, ἕκτην καὶ τὴν ἐνάτην
καὶ σὺν αὐταῖς μεσώρια, εὐτάκτως τεταγμένα
πρὸ δὲ τὸ μεσονυκτικόν, καὶ κυριακοσαββάτον
ἑσπερινὸν ἀπόδειπνον, μικρὸν σὺν τῷ μεγάλῳ
ἀυτὸ τὸ μηνολόγιον· τροπαροκοντακίων
σὺν τροπαρίοις ἱκανοῖς, ἐν τέλει τῷ τοῦ ὄρθρου
ὥ μετὰ τὸν ἑξάψαλμον, κεἰς τέλος ἑσπερίου·
καὶ πάντα τὰ χρειώδη γε. Τοῦ ὅλου ὡρολογίου·
μεθ᾽ ὃ καὶ τὸ ψαλτήριον, τοῦ Δαβὶδ καὶ προφήτου,
τοὺς ἑκατὸν πεντήκοντα, ψαλμοὺς ὡς ἀναγκαῖον.
Εἶτα κανόνας ἀκριβούς· δεσποτικοὺς χ᾽ ὡραίους·
τῆς παναγίας κυρίας τε, Μαρίας τῆς ἐνδόξου·
τῆς μεσητρίας τοῦ παντός, κόσμου δεσποίνης μόνης·
αὐτὸν τὸν ὀνομάζομεν ἀκάθιστον τὸν θεῖον·
καὶ ἄλλους οὕτω θαυμαστούς, οὓς ψάλλομεν ἐν ὕμνοις

---

Byzantine Book Epigrams, Book Epigrams: Liturgy. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2199.
