# Book Epigrams: Polemic 31268

Byzantine Book Epigrams, Book Epigrams: Polemic, Poem 31268. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-polemic/31268
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-polemic/31268

Ψιλόν τις ἐξώρθωσεν ἐνθαδὶ βλέπεις
χρεὼν τὸ λοιπὸν καὶ τὸ θαρσοῦντες τόδε
θαρσοῦντας εἰπεῖν, ὡς γελῶν Τζέτζης λέγει·
ἀλλ’ οὐδαμῶς, ἄνθρωπε, μηδαμῶς ξέε·
οὕτω γὰρ οἶδεν ἀττικοῦ τρόπου λόγος
θαρσοῦντες ἰέναι ἀντὶ τοῦ ἴτε γράφειν.
Τὰς συγγραφὰς κρίνειν δὲ τεχνικῷ τρόπῳ
σκύλλου τε τουδὶ καὶ παλαιῶν καὶ νέων
Τζέτζου μόνου χάρισμα δυσμαθεστάτου,
ἡ φύρσις ὅνπερ καὶ χυδαιότης βίου
ἐγγωνιῶντα τῇ Στοᾷ καὶ τῇ Θόλῳ
σύρει διαμπάξ, ἡ σοφὴ κουστωδία,
ἀνθ’ οὗπερ αὐτοῖς οὐδαμῶς συνειστρέχει,
ὅτι τέ φησι τεχνικῶς δέον γράφειν
πεζοῖς ὁμοῦ λόγοις τε καὶ τοῖς ἐν μέτρῳ,
φύρειν δὲ μηδὲν μηδαμοῦ τὰ τῆς τέχνης.
Πηγαὶ γάρ εἰσι τῷ βίῳ καλῷ τέχναι·
ὅστις δ’ ἀναιρεῖν τοὺς τεχνῶν λόγους θέλει,
οὗτος παρεισφρεῖ κοπρεῶνα τῷ βίῳ,
ὤν ἐκ συωδῶν, ἐξ ἀτέχνων βαρβάρων.
Τοῖός τις ἐσμὸς ἐξανορθοῖ τὰς βίβλους,
οἷός τις ἐξώρθωσεν καὶ τὴν Ἡροδότου
τὴν εἰς Ὁμήρου τὴν γονὴν γεγραμμένην,
Ἰωνικῆς πᾶν συγγραφῆς μετατρέπων,
ὡς πρὸς τὸ δόξαν οἷ, σοφῷ πεφυκότι·
ἐπ’ ἠμισσείας εἰ γὰρ ἦν γεγραμμένον,
εἴτ’ οὖν ἀπικνεῖται δὲ καὶ τὰ τοιάδε,
εἰς φῖ σοφῶς μετῆγεν, ὀρθῶν τὴν βίβλον,
ἄλλα τε πολλὰ μὴ συνεὶς ἀποξέων
κἀνθαῦτα κἀνταῦθα δὲ ποιῶν ὀρθίαν.

---

Byzantine Book Epigrams, Book Epigrams: Polemic. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2169.
