# Book Epigrams: Polemic 4749

Byzantine Book Epigrams, Book Epigrams: Polemic, Poem 4749. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-polemic/4749
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-polemic/4749

Τίς ὁ θρασυνθεὶς πρῶτος εἰπεῖν τοὺς λόγους
ἥκιστα τούτους ἀναγινωσκομένους;
τίς κοσμολαμπὲς φῶς καλύπτει γωνίᾳ;
τίς ἀστέρας λάμποντας ἐγκρύπτει νέφει;
τίς μαργάρους στίλβοντας εἰς γῆν χωννύει;
φεῦ κλήσεως μὲν βασκάνου ψευδωνύμου,
εἰ δ’ ἔργον εἶχε, ζημίας παγκοσμίου.
Νῦν δ’ οὐ γὰρ ἔστιν ἔργον, ἀλλ’ ἄλλως λόγος.
Τὸ φῶς ὁράσθω φαῖνον ἐν τῇ λυχνίᾳ·
πᾶσι προκείσθω, πᾶσι κοινῇ λαμπέτω
ὅσοι βλέπειν ἔχουσι τῶν ἄλλων πλέον·
ὡς εἴθε πάντες εἶχον εἰδέναι τάδε,
εἴθε προσεῖχον τοῖσδε πάντες τοῖς λόγοις·
οὕτω γὰρ ἂν πρόχειρος ἡ σωτηρία
παρῆν ἅπασιν ἐκ μιᾶς ταύτης βίβλου·
ἐῶ γὰρ εἰπεῖν ὡς σοφοὺς ποιεῖ, μόνη
ἀρκοῦσα πρὸς παίδευσιν ἀνθρώποις ὅλην.
Πλήρης μέν ἐστι δογμάτων ἀποκρύφων,
πλήρης δὲ θείων καὶ σοφῶν μυστηρίων,
πλήρης δὲ χρηστῶν ἠθικῶν διδαγμάτων,
πλήρης δὲ κομψῶν τεχνικῶν μαθημάτων·
μουσεῖον αὐτόχρημα, γνῶσιν ἐμπνέον.
Ταύτης ἄμεμπτον τὴν γραφὴν καταρτίσας,
πολλοῖς τρυφὴν προὔθηκα μὴ κενουμένην.

---

Byzantine Book Epigrams, Book Epigrams: Polemic. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2169.
