# Book Epigrams: Prayers 6701

Byzantine Book Epigrams, Book Epigrams: Prayers, Poem 6701. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-prayers/6701
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-prayers/6701

Δέξαι με, δέσποινα πανύμνητε, βροτῶν
καύχημα πάντων καὶ ὕψωμα αγγέλων
εὐωνύμων ἐξερχόμενον δεξιά,
ὡς πολλοὶ δαιμόνων τε λυγρῶς ᾔσχυναν,
βροτῶν τε καὶ ἐμπαίξαντο βεβλημένον.
Οἱ μὲν ψυχὴν ᾔσχυμμένην ἐξέπραξαν,
οἱ δ' ἐν γελάσμασι βλήδην ἐβάλοντο.
Ἀλλ' ἐν σοὶ, πανύμνητε, τῇ βοηθείᾳ
ἔχω τε καὶ θαρρῶ μὴ βλαβηθῆναι με,
γέλως βροτοῖς τε καὶ ἐχθροῖς μὴ γίγνοιμι.
Πᾶς τις δ' ἔχων ἐλπίδα πρὸς Θεὸν σοφήν,
οὖτος πέποιθ' ἐπ' αὐτὸν μέχρι που τέλους
καὶ τῷ Πέτρῳ κέκτισται ἡ κατοικία.
Ἥκιστα δ' αὖ πεποιθῶς πρὸς Θεόν, μᾶλλον
βροτῶν βοήθειαν κατήραται οὗτος
καὶ ἡ κατοικία κέκτισται τῇ ἄμμῳ.
Οὗτος Θεὸς σεσάρκωται τῆς σῆς σαρκός
σεβασμίας ἐξ ἀγνῶν θ' αἰμάτων θείων,
ὃς τὰς ψυχὰς πάντων σώσοιτο διὰ σοῦ.

---

Byzantine Book Epigrams, Book Epigrams: Prayers. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/1889.
