# Book Epigrams: Self-Presentations 7128

Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations, Poem 7128. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-self-presentations/7128
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-self-presentations/7128

Ἐγώ, σοφῶν κράτιστε τῶν ὑμνουμένων,
ἀεὶ διαρθρῶν τοῖς λογισμοῖς τὴν κτίσιν,
καὶ τὴν καθ' ἡμᾶς ἐξερευνῶν εἰκόνα,
ἐξ ἧς μαθεῖν πάρεστιν ἐνθέους λόγους,
πολλοῖς μὲν ἔσχον ἐντυχεῖν σοφῶν λόγοις,
σοφῶς ἀναπτύσσουσι τὴν ἡμῶν φύσιν,
παρ' ὧν ἀφορμὰς δαψιλεῖς ἦν λαμβάνειν,
πρὸς θαῦμα τοῦ κτίσαντος ἀρρήτοις τρόποις·
ἐπεὶ δὲ τῶν σῶν εὐκλεῶν σπουδασμάτων
πολύς τις ἔρρει θαύματος γέμων λόγος,
ὡς τῆς ἐν ἡμῖν τοῦ θεοῦ τεχνουργίας,
τοὺς μυστικοὺς τρανοῦντος ἐμφύτους λόγους,
πολὺν μὲν ἔσχον ἐντυχεῖν τούτοις πόθον,
λαμπραῖς ἐπ' αὐτοῖς ἐντρυφῶν ταῖς ἐλπίσι
γνῶσιν τὲ τρανὴν τοῦ θεοῦ τεραστίων
καὶ τὴν ἀρίστην προξενοῦσιν ἐν τέχναις·
ὧν τῆς μὲν ᾔδειν ἐκτέλεσμα τυγχάνον,
τὴν τῆς νοητῆς οὐσίας εὐεξίαν,
ἰατρικῆς δὲ τὸ κράτιστον ἐν βίῳ,
τὴν τῆς ὑγείας πᾶσιν εὐκταίαν χάριν.
Ἐπεὶ δὲ καὶ νένευκα λοιπὸν πρὸς πόνους
ὡρμημένος τάχιστα πληροῦν τὸν πόθον
καὶ δὴ προσέσχον ἐμμελῶς τοῖς βιβλίοις
καὶ τὴν ὅλην δέδωκα τῇ τέχνῃ σχέσιν·
ἀλλὰ τὸ λοιπὸν τίς παραστήσει λόγος;
τί δ' αὖ γένοιτο θαῦμα σοὶ προσαξίαν;
ὢ νοῦς ἀκραιφνής, ὢ πολύτροποι φρένες.
ὢ νοῦ φύσις χωροῦσα τὴν ὅλην φύσιν.
ὢ παντοδαπὸν ἐξ ἐπιστήμης σθένος
καὶ συνδρομικὸν κρᾶμα πανσόφων λόγων.
Ὢ τί πραγμάτων ἀξίων ἄν τις φθάσας
τὴν σὴν ἀρετὴν προσσκοπεῖν, Ἱππόκρατες;
Σὺ γὰρ διασχὼν ὡς ἄυλος τὴν κτίσιν,
καὶ τοὺς ἐνύλους εὖ κατοπτεύσας τρόπους
ἤνεγκας εἰς φῶς τοὺς ἀποκρύφους λόγους
τὰς καθολικὰς τῶν ἁπλῶν κοινωνίας,
τὰς εἰδοποιοὺς συνθέσεις τοῖς συμφύτοις
τὴν συμβολὴν ......μα τῶν ἐναντίων
οἷς ποικίλην δείκνυται πᾶν γένος φύσιν·
πυκνοῖς μ......... εἴδεσι ξενοτρόποις,
κράσεις …αστον σχηματισμοὺς ἐσχ......
αἷς συμπαθῶς ἔχουσιν ἢ τοὐναντίον.
Τὰς οὐσιώδεις, τὰς ἐπακτὰς δυνάμεις,
ὥρας, τόπους, αὔξησιν αὐτῶν καὶ φθίσιν,
ὁρμὰς ............... ἐξηλλαγμένων,
ἕξεις ἐνεργείας τε κινήσεις, στάσεις,
τροπάς, ἰδιότητας ἐγκεκρυμμένας
ζῴοις, μετάλλοις, ἐν φυτοῖς, ἐν τοῖς λίθοις
κοινάς, ἰδίας, παντελεῖς τὰς .........,
τὸ συμπαθὲς πρὸς ταῦτα τῶν οὐρανίων.
Σὺ ταῦτα πάντα πανσόφοις δείξας λόγοις
καὶ τὴν ἀρίστην τῶν τεχνῶν ἀπαρτίσας
εὐεργέτης μέγιστος ἀνθρώποις ἔφυς·
ψυχῶν ἐνεργείας δὲ δυσκρίτους ἄγαν,
καὶ τοὺς ἑλικτοὺς τῶν ἐνυπνίων λόγους,
τίς ἄλλος ὤφθη σου σοφώτερος φρένας;
ἐξαιρέτως δὲ δημιουργὸν .........
ἔδειξας εἶναι τῶν καθ' ἡμᾶς σωμάτων,
ὑπερφυῶς πως τῇ τέχνῃ κεχρημένος
ὡς καὶ τὸ μέλλον εὐστόχως προδεικνύειν
προγνωστικοῖς συμπ......................
Ἐγὼ δὲ ταῦτα θαύματος κρείττω βλέπων
ἐκεῖνο σου μάλιστα θαυμάζειν ἔχω
τὴν τῶν τρόπων, βέλτιστε, φιλανθρωπίαν·
οἷς ὡς ἔοικεν ἡ πρόνοια προσφόρως
τὴν σωστικὴν δέδωκεν ἀνθρώπων τέχνην
ὅπως ἑκατέρωθεν ἐντελῶς ἔχοις
καὶ πᾶν τὸ πρὸς βούλησιν εὶς πέρας φέροις.
Τούτοις κομῶσαν τὴν ἀρίστην ἐν τέχναις
ἰδὼν ἀμυδρῶς καὶ συνεὶς ἐξεπλάγην
λόγους ὁμοῦ τε θαυμάσας καὶ τοὺς τρόπους,
καὶ τὴν ἐπ' αὐτοῖς τοῦ κλέους εὐκληρίαν·
καὶ δὴ σε φίλον ἐν σοφοῖς κεκτημένος
ἅμα γε συχνῶς προσβλέπων ἐν ταῖς βίβλοις
καὶ ταῖς ἀγασταῖς ἐντρυφῶν ὁμιλίαις
σὺν ἡδονῇ τε τὴν ὄνησιν λαμβάνων
χάριν γινώσκω τῷ θεῷ παντεργάτῃ
παρ' οὗ βροτοῖς πρόεισιν ἄφθονος χάρις.

---

Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2011.
