Ancient Greek · ~2 min
Chapter 3
Callimachus, Aetia 3.5
Not analysed yet
ἀλλ’ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε γράμματα Κυδίππην ὅσσ’ ἐρέουσι καλήν. Schol. Aristoph. Ach. 144 ἴδιον ἐραστῶν ἦν τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις οὕτως· ὁ δεῖνα καλός· καὶ παρὰ Καλλιμάχῳ· ἀλλ’ κτλ. ; cf. Aristaenet. i. 10 εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ φωνή, ὅπως ἂν εἴποιτε Κυδίππη καλή, ἢ γοῦν τοσαῦτα κατὰ τῶν φλοιῶν ἐγκεκολαμμένα φέροιτε γράμματα ὅσα τὴν Κυδίππην ἐπονομάσει καλήν.