Ancient Greek · ~2 min
Chapter 4
Callimachus, Aetia 4.1
Not analysed yet
Ἄρην ὅτ’ ἐμὴ Μοῦσά π[οθ’ ἱλ]άσεται. [ἦ]που καὶ Χαρίτων [σὺ λοχεύτ]ρια, μαῖα δ’ ἀνάσσης [ἡμε]τέρης, οὔ σε ψευδον ὑμῳ στό]ματι πάντ’ ἀγαθὴν καὶ πάντα τ[ελ]εσφόρον εἶπε[ν ἀοιδὸς κεῖνος τῷ Μοῦσαι πολλὰ νέμοντι βοτὰ σὺν μύθους ἐβάλοντο παρ’ ἴχν[ι]ον [ι]ον ὀξέος ἵππου· χαῖρε, σὺν εὐεστοῖ δ’ ἔρχεο λωιτέρῃ. χαῖρε, Ζεῦ, μέγα καὶ σύ, σάω δ’ [ὅλο]ν οἶκον ἀνάκτων· αὐτὰρ ἐγὼ Μουσέων πεζὸς [ἔ]πειμι νομόν.