# callimachea_schneider_v1 140.8-146.1

Callimachus, callimachea_schneider_v1, 140.8 to 146.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callimachus/callimachea-schneider-v1/140.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/callimachea-schneider-v1/140.8

κείμαι τοῦ Σαμίου διπλοῦν, ὁ τραγικῶς παιδαρίων Λιόννυος ἐπῆκος. οἱ δὲ λέγουσιν, Τὴν Φρυγίην Αἰσχρην, ἄγαδὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίμχος καὶ ζωὴν οὖσαν ἐγηροκόμει, καὶ φθιμένην ἀνέθηκεν ἐπεσσομένοιςιν ὁρᾶσθαι, ἢ γοήνς μαστῶν ὡς ἀπέχει χάρτας. Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις ἄτρι ποτεπλάσθη, κήτη μῖνῳσι νυτεῖ. εὐαίων ἐν πᾶσιν ἀρίκαλος Βερενίκα, ἣς ἄτερ οὐδ’ αὗται ταὶ Χάριτες Χάριτες. Τὸν τὸ καλὸν μελανεύντα Θεόκριτον, εἰ μὲν ἐμ’ ἔχθει, Δημοδίκης Ἄκέσων ὤφελεν εὐξάμενος, γνυνώσκειν. ἦν δ’ ἄρα λάθῃ καὶ καινὸν ἀπαιτῆς, φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ. τετράκι μισοῖης· εἰ δὲ φιλεῖ, φιλεῖος· ναίη πρὸς εὐχάτεω Γανυμήδεος, οὐράνιε Ζεῦ, καὶ σὺ ποτ’ ἡράσθης. οὐχ ἔτι μακρὰ λέγω. Καὶ πάλιν, Εἰλήθνια, Λυκαινίδος ἐλθε καλεῦσης εὐλοχος ἀδίνων ὧδε σὺν εὐτοκίῃ. ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὑπερ, ἀντὶ δὲ παιδὸς ὑστερὸν εὐώδης ἄλλο τι νηὸς ἔχοι. Τὸ χρέος ὡς ἀπέχεις, Ἄσκληπιε, τὸ πρὸ γυναικὸς Τῷ με Καναπίτα Καλλίσιον εἴκοσι μύθαις πλοῦσιον ἄ Κριτῶν λίχνον ἔθηκε δεῶ, εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἔς δ᾽ ἐμὰ φέγγη ἀθρήσας φήσεις, "Ἕσπερε, πῶς ἔπεσες᾽; Φησὶν δ᾽ με στήσας Εὐαίνετος (οὐ γὰρ ἐγῶγε γυμνώσω) νίκης ἀντὶ με τῆς ἰδίας ἄγκεισθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι· πιστεύω Φαίδρον παιδὶ Φιλοξενίδεω. Ἰναχῆς ἔστηκεν ἐν Ἶσιδος ἡ Θάλεω παῖς Αἰσχυλὲς Εἰρήνης μητρὸς ὑποσχεσίῃ. Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἔνθα σε νεκρὸν εὑρεν ἐπ’ αἰγιαλοῖς, χῶσε δὲ τῷδε τάφῳ δακρύσας ἐπίκηρον ἔδν βίον· οὐδὲ γὰρ αὐτὸς ἦσυχος, αἰθνή δ᾽ ἴσα θαλασσοπορεῖ. Εὐδαίμων, ὅτι τᾶλλα μανεὶς ὤρχατος Ὀρέστας, Λευκάρε, τὰν ἄμᾶν οὐχ ἐμάνην μανίαν, οὐδ᾽ ἔλαβ᾽ ἐξέτασιν τῷ Φωκέῳ, ὅτις ἐλέγχει τὸν φίλον, ἀλλ᾽ αἰχμᾶν δρᾶμ᾽ ἐδίδαξε μόνον. ἢ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποιήσας, κῆνῷ τὰς πολλοὺς οὐχ ἐκ᾽ ἔχω Πυλάδας. Οἱ τινες Ἀλείου παρέφπετε σῆμα Κίμωνος, ἵστε τὸν Ἰππαῖον παῖδα παρερχόμενοι. Ἄλινε, καὶ σὺ γὰρ ὦδε, Μενέκρατες, οὐκ ἐπὶ πολὺ

---

Callimachus, callimachea_schneider_v1. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000686.
