# callimachea_schneider_v1 82.3-84.3

Callimachus, callimachea_schneider_v1, 82.3 to 84.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callimachus/callimachea-schneider-v1/82.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/callimachea-schneider-v1/82.3

καὶ τὰς μὲν κατὰ βυσσόν, ἦν’ ἠπείροιο λάβονται, πρυμνόθεν ἐξέψωσε· σὲ δ’ οὐκ ἐθλίψεν ἀνάγκη, 35 ἀλλ’ ἀφετος πελάγεσσιν ἐπέπλεες· ὄνομα δ’ ἦν σοι ’Αστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόρφα μὲν οὖπω σοι χρυσέη ἐπεμίσγετο Δητώ, τόρφα δ’ ἐτ’ ’Αστερίη σὺ καὶ οὐδὲ πω ἐκλεο Δήλος. 40 ἡ Χίων, ἡ νήσοιο διάβροχον ὕδατι μαστόν ἐξέφερον, Ἀρτοὶ δὲ διαχριδόν, οὐνεκα μόνῃ Ζηνὶ τεκεῖν ἠμέλλε φιλάτερων Ἄρεος νία. τῷ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω, σπερχομένη μέγα δή τι καὶ οὐ φατόν. εἶργε δὲ Ἀρτῷ τειρομένην ἄδισι· δύω δὲ οἱ εἶατο φρουροὶ γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠρείροιο ἡμενος ὑψηλῆς κορυφῆς ἐπὶ Θρήϊκος Αἴμου θούρος Ἄρης, φυλακὴ δὲ σὺν ἔντεσι, τῷ δὲ οἱ ἵππω Παρθενίης (οὐπω γὰρ ἦν Σάμος), ἥχι σε νύμφαι γείτονες Ἄγκαιου Μυκαλησίδες ἐξεῦνυσαν. ἡνίκα δ’ Ἀπόλλωνι γενέθλιον οὐδας ὑπέσχες, τοῦτό τοι ἀντημοιβὸν ἀλίπλοοι σύνομ’ ἔθεντο, οὐνεκεν οὐχ ἐτ’ ἄδηλος ἐπέπλεες, ἀλλ’ ἐνὶ πόντῳ κύμασιν Αἰγαίου ποδῶν ἐνεθήχαι βέζας. οὐδ’ Ἥρη κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἀπάσας δεινὸν ἐπεβρώματο λεχῶσιν, αἳ Διὶ παίδας ἐπάμυχον Βορέου παρὰ σπέος ἡλλίζοντο· ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἰναχον Ἥρη· φεῦγε καὶ Ἀονὴ τὸν ἕνα δρόμον, αἱ δ’ ἐφέποντο Δίρκη τε Στροφὴ τε μελαμψήφιδος ἔχουσαι Ἰσμηνὺ χέρας πατρὸς· ὁ δ’ εἴπετο πολλὸν ὀπισθεν Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλαντο κεραυνῷ ἢ δ’ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν, ἧλικος ἀσθμαίνουσα περὶ δρυὸς, ὡς ἴδε χαίτην σειομένην. Ἐλικῶνος, ἔμαι θεαί, εἴπατε Μοῦσαι, ἢ φ’ ἑτεὸν ἑγένοντο τότε δρῦες ἤνικα νύμφαι· ἢ δ’ ἐπὶ νησάων ἑτέρῃ σκοπὸς εὐαλιάων νύμφαι μὲν χαίρουσιν ὅτε δρύας ὀμβρος ἀέξει, νύμφαι δ’ αὖ κλαίουσιν ὅτε δρυσὶν οὐκ ἔτι φύλλα. ἦστο κόρη Θαύμαντος ἐπατᾶσα Μίμαντι. ἐνθ’ οὗ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Ἀρη μίμνον ἀπειλητήρες, ἀπετρώπων δὲ δέχεσθαι. φεῦγε μὲν Ἄρκαδία, φεύγεν δ’ ὄρος ἱερὸν Αὐγῆς

---

Callimachus, callimachea_schneider_v1. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000686.
