# Hecala 1.4

Callimachus, Hecala, Poem 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callimachus/hecala/1.4

[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς, εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ, κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει, ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει, ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται. τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν· καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει· [ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον· ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ [δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.

---

Callimachus, Hecala, ed. A. W. Mair, G. R. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0533.tlg009.local001/.
