Ancient Greek
Poem 10
Callimachus, Hecala 10.1
Not analysed yet
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα. Athenaeus ii. 56 Καλλίμαχος δ’ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει· γεργέριμον πίτυρίν τε. Suid. s. v. γεργέριμον, τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλαίαν, πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκήν, τουτέστι τὴν συνθλασθεῖσαν καὶ οὕτως ἀποτεθεῖσαν ἐλαίαν, εἰν ἁλὶ δὲ νήχεσθαι φθινοπωρίδα, τὴν κολυμβάδα λέγει. Cf. Nonnus xvii. 54 f. χύδην δ’ ἐπέβαλλε τραπέζῃ |εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης Βρόγγος ἔχων μίμημα φιλοστόργοιο νομῆος [i. e. Molorcus who entertained Heracles].