Ancient Greek · ~2 min
Poem 31
Callimachus, Hecala 31.1
Not analysed yet
τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔ τι φέρονται μούνῃ ἔνι πτολίων, ὅ τε τέθμιον οἰσέμεν ἄλλους ἐν στομάτεσσι νεὼς Ἀχεροντείας2 ἐπίβαθρον (δανάκην). E. M. s. v. δανάκης νομίσματός ἐστιν ὄνομα βαρβαρικόν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· Καλλίμαχος· τοὔνεκα κτλ. Cf. Suid. s. v. πορθμήϊον, ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα . . . φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν Ἅιδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοἰκων περὶ τῆς κόρης. καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου. Cf. Suid. s. vv. Ἀχερουσία and δανάκη, Pollux ix. 6.