# Iambi 1.Fol. 5 verso

Callimachus, Iambi, Poem 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callimachus/iambi/1.Fol.%205%20verso

ὡριστερὸς μὲν λευκὸς ὡς ὕδρου γαστήρ, ὁ δ’ ἡλιοπλὴξ ὃς τὰ [π]ολλὰ γυμνοῦται. τίς δ’ οἶκος οὗπερ οὐ[κ] ἐγὼ παρὰ φλιῇ; τίς δ’ οὔ με μάντις ἢ τίς οὐ θυτὴρ ἕλκει; καὶ Πυθίη γὰρ ἐν δάφνῃ μὲν ἵδρυται, δάφνην δ’ ἀείδει καὶ δάφνην ὑπέστρωται. ὤφρων ἐλαίη, τοὺς δὲ παῖδας οὐ Βράγχος τοὺς τῶν Ἰώνων, οἷς ὁ Φοῖβος ὠ[ργίσθη, δάφνῃ τε κρούων κἤπος οὐ τό[νῳ τρανε]ῖ δὶς ἢ τρὶς ε[ἰ]πὼν ἀρτεμέας ἐποίη[σε; [κ]ἠγὼ μὲν ἢ ’πὶ δαῖτας ἢ ’ς χορὸν φ[οι]τέω τὸν Πυθαϊστήν, γίνομαι δὲ κἄεθλον, οἱ Δωριῆς δὲ Τεμπόθεν με τέμνουσιν ὀρέων ἀπ’ ἄκρων καὶ φέρουσιν ἐς Δελφούς, ἐπὴν τὰ τὠπόλλωνος ἱρὰ γίνηται. ὤφρων ἐλα[ί]η, πῆμα δ’ οὐχὶ γινώσκω, οὐδ’ οἶδ’ ὁκ[οίη]ν οὑλαφηφόρος κάμπτει, ἁ[γν]ὴ γάρ εἰμι· κοὺ πατεῦσί μ’ ἄνθρωποι, ἱρὴ γάρ εἰμι· σοὶ δὲ χὠπόταν νεκρὸν μέλλωσι καίειν ἢ [τά]φ[ῳ] περιστέλλει[ν αὐτοί τ’ ἀνεστέψ[αντο χ]ὐπὸ τὰ πλεῦρα τοῦ μὴ πνέοντ[ος κὴπ]ιτὰξ ὑπ[έσ]τ[ρωσαν.” ἡ μὲν τάδ’ αὐ〈χ〉εῦ[σ’]· ἀλλὰ τὴν ἀπήμ[υνε μάλ’ ἀτρεμαίως ἡ τεκοῦσα τὸ χρῖμ[α· “ὦ πάντ’ ἄκυθε τῶν ἐμῶν τόκ[ων δάφνη, ἐν τῇ τελευτῇ κύκνος [ὥς τις ἡδίω ἤεισας· οὐ [συν]ῆκά μοι μ[ετὸν τούτων; ἐγὼ μὲν ἄνδρας οὓς Ἄρη[ς ἀπόλλυσι σὺν ἔκ τε πέμπω χὐ[πὸ........ .. τῶν ἀριστέων οἳ κα . . . ν . . ...... [ἐγὼ δ]ὲ λευκὴν ἡνίκ’ ἐς τάφον τήθην φέρο[υσι] παῖδες ἢ γέροντα Τιθωνόν, αὐτο[ῖς ὁ]μαρτέω κἠπὶ τὴν ὁδὸν κεῖμαι, [ἀρκ]ε[ῦσα] πλεῖον ἢ σὺ τοῖς ἀγινεῦσιν ἐκ τῶν σε Τεμπέων. ἀλλ’ ὅτευ γὰρ ἐμνήσθης, καὶ τοῦτο κὠς ἄεθλον οὐκ ἐγὼ κρέσσων σεῦ; καὶ γ[ὰ]ρ 〈ὡ〉γὼν οὑν Ὀλυμπίῃ μέζων ἢ ’ν το[ῖ]σι Δελφοῖς· ἀλλ’ ἄριστον ἡ σωπή. ἐγὼ μὲν οὔτε χρηστὸν οὔτε σε γρύζω ἀπηνὲς οὐδέν, ἀλλ’ ἄ[λ]ηθες ὄρνιθες [ἐ]ν τοῖσ[ι] φύλλοις ταῦτα τινθυρίζουσαι πάλαι κάθηνται κωτίλ[οι]ς [ὁμηρ]εῦσαι. “τίς δ’ εὗρε δάφνην; γαῖα [τήν γ’ ἐφίτυ]σ[εν,

---

Callimachus, Iambi, ed. A. W. Mair, G. R. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0533.tlg007.local001/.
