Ancient Greek · ~8 min
εἰς Απόλλωνα, lines εἰς Απόλλωνα.39-εἰς Απόλλωνα.84
Callimachus, εἰς Απόλλωνα εἰς Απόλλωνα.39-84
Not analysed yet
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν
(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους
ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων
βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.
Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.