Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3, lines 3.124-3.138
Callimachus, εἰς Δήμητρα 3.124-138
Not analysed yet
ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ
δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳ
ἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ.
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.