Ancient Greek · ~7 min
εἰς Δῆλον, lines εἰς Δῆλον.171-εἰς Δῆλον.214
Callimachus, εἰς Δῆλον εἰς Δῆλον.171-214
Not analysed yet
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
φρούρια καὶ
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται †φάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν. ʼ
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.
ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.