Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3, lines 3.248-3.268
Callimachus, εἰς Ἄρτεμιν 3.248-268
Not analysed yet
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς
οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμήσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες·
μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν·
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ·
μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος,
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν·
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι·
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.