Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3, lines 3.49-3.92
Callimachus, εἰς Λουτρά τῆς Παλλάδος 3.49-92
Not analysed yet
καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
πότνἰ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ·
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
δή ποκα γὰρ πέπλων λυσαμένα περόνας
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας,
πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.