# Fragmentum 2

Callippus Corinthius, Fragmentum, Dfhg-Source dfhg4_CALLIPPUS_CORINTHIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callippus-corinthius/fragmentum/2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callippus-corinthius/fragmentum/2
CTS URN: urn:cts:greekLit:tlg2270.tlg002:2

Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν, ὕδατος σπανίζοντας· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει· τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος· ὁμολογεῖ δὲ καὶ ἔκη σφίσιν, ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· Ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείας Ἀσπληδὼν γένεθ ̓ υἱὸς ἀν ̓ εὐρύχορον πτολίεθρον. Τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατ ̓ ἐμὲ μνήμη· ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐξ Ὀρχομενίους Τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ (v. Pausan. l. l. § 4) μνημονεύουσι.

---

CALLIPPUS CORINTHIUS, Fragmentum. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2270.tlg002.local002/.
