# Fragmenta 66.2

Callixenus Rhodius, Fragmenta, 66.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/callixenus-rhodius/fragmenta-2/66.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callixenus-rhodius/fragmenta-2/66.2

« Κατεσκεύασε δ' ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον, τὴν θαλαμηγὸν καλουμένην, τὸ μήκος ἔχουσαν ἡμισταδιου, τὸ δ’ εὖρος, ἡ πλατύτατον, τριάκοντα πηχῶν· τὸ δὲ ὕψος σὺν τῷ τῆς σχηνῆς ἀναστήματι μικρὸν ἀπέταν τεσσαράκοντα πηχῶν. Τὸ δὲ σχῆμα αὐτῆς οὐτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοίχος, ἀλλὰ παρηλλαγμένον τε καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος. Κάτωθεν μὲν γὰρ ἀλιτενὴς καὶ πλατεῖα, τῷ δ’ ὀχῷ μετέωρος· τὰ δ’ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη, καὶ μάλιστα τὰ κατὰ πρύμαν, παρέτεινεν ἐφ’ ἱκανόν, τῆς ἀναλλάξεως εὐγράμμου φαινομένης. Δίπρωρος δ’ ἐγεγόνει καὶ δίπρυμος, καὶ πρὸς ὕψος ἀνέτεινε, διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι πολλάκις ἐν τῷ ποταμῷ τὸ κύμα. Κατεσκευαστο δ’ αὐτὴς κατὰ μέσον τὸ κῦτος τὰ συμπτώματα, καὶ οἱ κοινῶνες, καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. Περὶς δὲ τῆς νεὸς περίπατοι κατὰ τὰς τρεῖς πλευρὰς ἐγεγόνεσαν διπλοῖ. Ὦν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐχ ἐλάττων, ἡ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, τοῦ δ’ ὑπερώιου κρύπτῃ γραμμοῖς καὶ θυρίσι περιεχομένη πάντοθεν. Πρώτη δ’ εἰσόντι κατὰ πρύμαν ἐτέτακτο προστάς, ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἥς ἐν τῷ καταντικρὺ τῆς πρῆφας μέρει προπύλαιον κατεσκευάστο, δι’ ἐλέφαντος καὶ τῆς πολυτελεστάτης ὕλης γεγονός. Τοῦτο δὲ διελθούσιν ὠσαυτῇ προσκήνιον ἐπεποίητο τῇ διαθέσει, κατάστεγον ἄνω. Πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστάς ἑτέρα παρέκειτο ὁπίσθεν, καὶ τετράδυρος ἔφερον εἰς αὐτὴν πυλάν. Ἔξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες ὑπέκειντο, εὐδαίαν παρέχουσαι. Συνήπτο δὲ τούτοις

---

CALLIXENUS RHODIUS, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000705.
